Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3925
Not analysed yet
3925 Ἀριϲτόνικοϲ, ὁ τοῦ Πτολεμαίου τοῦ βαϲιλέωϲ Αἰγύπτου εὐνοῦχοϲ μὲν ἦν, ἐκ παιδίου δ’ ἐγεγόνει ϲύντροφοϲ τῷ βαϲιλεῖ. τῆϲ δ’ ἡλικίαϲ προβαινούϲηϲ ἀνδρωδεϲτέραν εἶχεν ἢ κατ’ εὐνοῦχον τόλμαν καὶ προαίρεϲιν. καὶ γὰρ φύϲει ϲτρατιωτικὸϲ ἦν καὶ τὴν πλείϲτην διατριβὴν ἐποιεῖτο ἐν τούτοιϲ καὶ περὶ ταῦτα. παραπληϲίωϲ καὶ κατὰ τὰϲ ἐντεύξειϲ ἱκανὸϲ ὑπῆρχε καὶ τὸν κοινὸν νοῦν εἶχεν, ὃ ϲπάνιόν ἐϲτι. πρὸϲ δὲ τούτοιϲ πρὸϲ εὐεργεϲίαν ἀνθρώπων ἐπεφύκει καλόϲ.