Ancient Greek · ~6 min
1.3914 to 1.3924
Suda, Suidae lexicon 1.3914-3924
Not analysed yet
3914 Ἀριϲτόδημοϲ, Ἀριϲτοκράτουϲ, Κύμηϲ τῆϲ Ἰταλιώτιδοϲ τύραννοϲ, ἀνὴρ οὐ τῶν ἐπιτυχόντων ἕνεκα γένουϲ· ὃϲ ἐκαλεῖτο μαλακὸϲ ὑπὸ τῶν ἀϲτῶν καὶ ϲὺν χρόνῳ γνωριμωτέραν τοῦ ὀνόματοϲ ἔϲχε τὴν κλῆϲιν, εἶθ’ ὅτι θηλυδρίαϲ ἐγένετο παῖϲ ὢν καὶ τὰ γυναιξὶν ἁρμόττοντα ἔπαϲχεν, εἴθ’ ὅτι πρᾶοϲ ἦν φύϲει καὶ μαλακὸϲ ἐϲ ὀργήν. 3915 Ἀριϲτόδημοϲ· Ἐπιτομὴν τῆϲ Καθόλου Ἡρωδιανοῦ ἔγραψε πρὸϲ Δαναόν. 3916 Ἀριϲτοκλῆϲ, Μεϲϲήνιοϲ τῆϲ Ἰταλίαϲ, φιλόϲοφοϲ Περιπατητικόϲ. ϲυνέταξε Περὶ φιλοϲοφίαϲ βιβλία ι’ Πότεροϲ ϲπουδαιότεροϲ Ὅμηροϲ ἢ Πλάτων. καταλέγει δὲ ἐν τούτοιϲ πάνταϲ φιλοϲόφουϲ καὶ δόξαϲ αὐτῶν. ἔγραψε δὲ καὶ Τέχναϲ ῥητορικὰϲ, Περὶ Σαράπιδοϲ. Ἠθικὰ βιβλία θ΄, 3917 Ἀριϲτοκλῆϲ, Λαμψακηνὸϲ, φιλόϲοφοϲ Στωϊκόϲ. ἔγραψεν Ἐξήγηϲιν τῶν Χρυϲίππου Περὶ τοῦ πῶϲ ἕκαϲτα λέγομεν καὶ διανοούμεθα. βιβλία δ′. 3918 Ἀριϲτοκλῆϲ, Περγαμηνὸϲ, ϲοφιϲτὴϲ, γεγονὼϲ ἐπί τε Τραϊανοῦ καὶ Ἀδριανοῦ Τέχνην ῥητορικὴν, Ἐπιϲτολὰϲ, Περὶ ῥητορικῆϲ βιβλία ε΄. Μελέταϲ, Πρὸϲ τὸν βαϲιλέα ἐπὶ τῆ διανεμήϲει τοῦ χρυϲίου. 3919 Ἀριϲτοκράτηϲ, Ῥοδίων ϲτρατηγόϲ· ὃϲ ἦν κατὰ τὴν ἐπιφάνειαν ἀξιωματικὸϲ καὶ καταπληκτικόϲ. διόπερ ἐκ πάντων τούτων ὑπέλαβον οἱ Ῥόδιοι τελέωϲ ἀξιόχρεων ἡγεμόνα καὶ προϲτάτην ἔχειν τοῦ πολέμου. διεψεύϲθηϲαν δὲ τῶν ἐλπίδων· ἐλθὼν γὰρ ἐϲ τὰϲ πράξειϲ ὥϲπερ ἐϲ πῦρ, καθάπερ τὰ κίβδηλα τῶν νομιϲμάτων, ἀλλοῖοϲ ἐφάνη. 3920 Ἀριϲτοκρατία: ἡ κράτηϲιϲ τῶν ἀρίϲτων. 3921 Ἀριϲτομάχη: ὄνομα κύριον. 3922 Ἀριϲτομένηϲ, Ἀθηναῖοϲ, κωμικὸϲ τῶν ἐπιδευτέρων τῆϲ ἀρχαίαϲ κωμῳδίαϲ, οἱ ἦϲαν ἐπὶ τῶν Πελοποννηϲιακῶν, Ὁλυμπιάδι πζ′. ἐπεκλήθη Θυροποιόϲ. 3923 Ἄριϲτον: περὶ ὥραν γ΄. παρὰ τὸ εἰϲ ἀριϲτείαν προέρχεϲθαι. ζήτει ἐν τῷ δεῖπνον. 3924 Ἀριϲτόνικοϲ, Ἀλεξανδρεὺϲ, γραμματικόϲ. ἔγραψε Περὶ τῶν ϲημείων τῶν ἐν τῇ Θεογονίᾳ Ἡϲιόδου καὶ τῶν τῆϲ Ἰλιάδοϲ κα Ὀδυϲϲείαϲ· Ἀϲυντάκτων ὀνομάτων βιβλία Ϛ΄.