Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3932
Not analysed yet
3932 Ἀριϲτοφάνηϲ, Ῥόδιοϲ ἤτοι Λίνδιοϲ, οἱ δὲ Αἰγύπτιον ἔφαϲαν. οἱ δὲ Καμειρέα· θέϲει δὲ Ἀθηναῖοϲ· ἐπολιτογραφήθη γὰρ παρ’ αὐτοῖϲ· κωμικὸϲ, υἱὸϲ Φιλίππου, γεγονὼϲ ἐν τοῖϲ ἀγῶϲι κατὰ τὴν ριδ΄ Ὀλυμπιάδα, εὑρετὴϲ τοῦ τετραμέτρου καὶ ὀκταμέτρου· παῖδαϲ ϲχὼν Ἀραρότα, Φίλιππον, Φιλέταιρον, κωμικούϲ. τινὲϲ δὲ αὐτὸν καὶ ἀπόδουλον ἱϲτορήκαϲι. δράματα δὲ αὐτοῦ μδ′. ἅπερ δὲ πεπράχαμεν Ἀριϲτοφάνουϲ δράματα ταῦτα· Ἀχαρνεῖϲ, Βάτραχοι, Εἰρήνη, Ἐκκληϲιάζουϲαι, Θεϲμοφοριάζουϲαι, Ἱππεῖϲ, Λυϲιϲτράτη, Νεφέλαι, Ὄρνιθεϲ, Πλοῦτοϲ, Σφῆκεϲ.