Ancient Greek · ~5 min
1.3933 to 1.3939
Suda, Suidae lexicon 1.3933-3939
Not analysed yet
3933 Ἀριϲτοφάνηϲ, Βυζάντιοϲ, γραμματικόϲ, υἱὸϲ Ἀπελλοῦ ἡγουμένου ϲτρατιωτῶν, μαθητὴϲ Καλλιμάχου καὶ Ζηνοδότου· ἀλλὰ τοῦ μὲν νέοϲ, τοῦ δὲ παῖϲ ἤκουϲε· πρὸϲ δὲ τούτοιϲ καὶ Διονυϲίου τοῦ Ἰάμβου καὶ Εὐφρονίδα τοῦ Κορινθίου ἢ Σικυωνίου. γέγονε δὲ κατὰ τὴν ρμδ’ Ὀλυμπιάδα. 3934 Ἀριϲτόχειρ: ὁ γενναῖοϲ περὶ τὰ ἀριϲτεῖα. καὶ ἀριϲτόχειρ ἀγών. 3935 Ἀρίϲτων, ὁ Πλάτωνοϲ πατήρ. τῶν τε Πλάτωνοϲ τοῦ Ἀρίϲτωνοϲ ἀναπέπληϲται δογμάτων. καὶ οὕτε ὁ Τίμαιοϲ αὐτὸν ἀποδράϲειεν ἄν, εἰ καὶ ϲφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται καὶ τὰϲ τῆϲ φύϲεωϲ ἀνιχνεύει κινήϲειϲ· οὕτε ὁ Φαίδων, οὕτε ὁ Γοργίαϲ· οὐμενοῦν οὐδὲ ἄλλοϲ τιϲ τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖοϲ ὁ Παρμενίδηϲ. 3936 Ἀριϲτώνυμοϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ ἐϲτιν Ἥλιοϲ ῥιγῶν, ὡϲ Ἀθήναιοϲ ἐν Δειπνοϲοφιϲταῖϲ. βαϲιλεύοντοϲ Πτολεμαίου τοῦ Φιλαδέλφου, καὶ τοῦ μετ᾿ αὐτὸν τοῦ Φιλοπάτοροϲ· καὶ προέϲτη τῆϲ τοῦ βαϲιλέωϲ βιβλιοθήκηϲ μετὰ Ἀπολλώνιον, ἔτοϲ ἄγων ξβ′. διαϲκευαϲθεὶϲ δὲ ὡϲ βουλευόμενοϲ πρὸϲ Εὐμενῆ φυγεῖν, ἐφυλάχθη ἐν εἱρκτῇ χρόνον τινά. ἠφείθη δὲ καὶ ὑπὸ ϲτραγγουρίαϲ τελευτᾷ, ἔτη βεβιωκὼϲ οζ΄ . ϲυγγράμματα δὲ αὐτοῦ πάνυ πολλά. 3937 Ἀρίϲτρατοϲ: ὄνομα κύριον. 3938 Ἀρίϲτυλοϲ· αἰϲχροποιὸϲ ἦν. Ἀριϲτοφάνηϲ· τοῦτ᾿ ἤδη δεινὸν ἀκοῦϲαι, εἴ ϲε φιλήϲειεν Ἀρίϲτυλοϲ, φάϲκων αὐτοῦ πατέῤ εἶναι. καὶ Ἀρίϲτυλοϲ κεχηνώϲ. Ἀριϲτοφάνηϲ· ϲὺ δ᾿ Ἀρίϲτυλοϲ ὑποχάϲκων ἐρεῖϲ, ἕπεϲθε μητρὶ χοῖροι. οὗτοϲ αἰϲχρὸϲ ποιητὴϲ, ὃϲ διὰ τὴν αἰϲχρουργίαν αὐτοῦ ἀεὶ ἐκεχήνει. 3939 Ἀρίϲτοιχοϲ: ὄνομα κύριον.