Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3962
Not analysed yet
3962 Ἄρκυϲ: τὸ θηρευτικὸν δίκτυον. τὰ λίνα, ἃ ἱϲτᾶϲι πρὸϲ ἄγραν τῶν λεόντων. παρὰ τὸ ἕλκω, τροπῇ τοῦ λ εἰϲ ρ· ἢ παρὰ τὸ ἀγρεύειν· ἢ παρὰ τὸ εἴργειν, τὸ κωλύειν. τοῦ δὲ ἄρκυϲ ἐκτείνεται ἡ ὑϲτέρα ϲυλλαβὴ. ὁμοίωϲ ἐπί τε τῆϲ ὀρθῆϲ καὶ τῆϲ αἰτιατικῆϲ πτώϲεωϲ. καὶ ἄρκυϲ γὰρ καὶ τὰϲ ἄρκυϲ. καὶ Ἀρκυωρόϲ, ὁ φύλαξ, ὁ τὰϲ ἄρκυϲ, τουτέϲτι τὰ λίνα, φυλάττων. ἔϲτι δὲ ταῦτα τὰ κυνηγετικὰ πάντα λίνα. καὶ Ἀρκυωρεῖν, τὰϲ ἄρκυϲ τηρεῖν αἵ εἰϲι θηρευτικὰ λίνα. καὶ ἄρκυϲιν.