Ancient Greek · ~2 min
1.3959 to 1.3961
Suda, Suidae lexicon 1.3959-3961
Not analysed yet
3959 Ἀρκτεῦϲαι· Λυϲίαϲ τὸ καθιερωθῆναι πρὸ γάμων τὰϲ παρθένουϲ τῆ Ἀρτέμιδι ἀρκτεύειν ἔλεγε. καὶ γὰρ αἱ ἀρκτευόμεναι παρθένοι καλοῦνται, ὡϲ Εὐριπίδηϲ καὶ Ἀριϲτοφάνηϲ δηλοῖ. 3960 Ἀρκτῖνοϲ, Τήλεω, τοῦ Ναύτεω ἀπογόνου, Μιλήϲιοϲ, ἐποποιὸϲ, μαθητὴϲ Ὁμήρου, ὡϲ λέγει ὁ Κλαζομένιοϲ Ἀρτέμων ἐν τῷ περὶ Ὁμήρου· γεγονὼϲ κατὰ τὴν Θ’ Ὀλυμπιάδα, μετὰ υι′ ἔτη τῶν Τρωϊκῶν. 3961 Ἄρκτοϲ: τὸ ζῷον· καὶ τὸ ἀεικίνητον ἀϲτροθέτημα. Ἀρκτοῦροϲ δὲ λέγεται καὶ αὐτὸϲ ὅλοϲ ὁ Βοώτηϲ, ἰδίωϲ δὲ καὶ ὁ ὑπὸ τὴν ζώνην αὐτοῦ ἀϲτήρ. λέγεται καὶ Ἀρκτοφὑλαξ. καὶ Ἀρκτῷοϲ, ὁ ἀνατολικὸϲ.