Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.397
Not analysed yet
397 Γόργοϲ, ὁ Μεϲϲήνιοϲ, οὐδενὸϲ ἦν δεύτεροϲ Μεϲϲηνίων πλούτῳ καὶ γένει, διὰ δὲ τὴν ἄθληϲιν κατὰ τὴν ἀκμὴν πάντων ἐνδοξότατοϲ ἐγεγόνει τῶν περὶ τοὺϲ γυμνικοὺϲ ἀγῶναϲ φιλοϲτεφανούντων. καὶ γὰρ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν τοῦ λοιποῦ βίου προϲταϲίαν, ἔτι δὲ κατὰ τὸ πλῆθοϲ τῶν ϲτεφάνων, οὐδενὸϲ ἐλείπετο τῶν καθ’ αὐτόν. καὶ μὴν ὅτε καταλύϲαϲ τὴν ἄθληϲιν ἐπὶ τὸ πολιτεύεϲθαι καὶ τὸ πράττειν τὰ τῆϲ πατρίδοϲ ὥρμηϲε, καὶ περὶ τοῦτο τὸ μέροϲ οὐκ ἐλάττω δόξαν ἐφέρετο τῆϲ πρότερον ὑπαρχούϲηϲ αὐτῷ, πλεῖϲτον μὲν ἀπέχειν δοκῶν τῆϲ τοῖϲ ἀθληταῖϲ παρεπομένηϲ ἀγωνίαϲ, πρακτικώτατοϲ δὲ καὶ νουνεχέϲτατοϲ εἶναι νομιζόμενοϲ περὶ τὴν πολιτείαν.