Ancient Greek · ~8 min
1.398 to 1.420
Suda, Suidae lexicon 1.398-420
Not analysed yet
398 Γοργῶπιϲ: γοργόφθαλμοϲ. 399 Γοργωπὸν ἕδραν: φοβερὰν καθέδραν. 400 Γοργύνη: δεϲμωτήριον ὑπόγειον. ἢ ἀπὸ δήμου τῆϲ Ἀττικῆϲ κακοπράγμονοϲ. 401 Γοργύρα: τὸ κατὰ γῆϲ ὄρυγμα. οὕτωϲ Δείναρχοϲ καὶ Ἡρόδοτοϲ καὶ ἄλλοι. 402 Γορδίειον: πόλιϲ. καὶ Γορδιηνόϲ, ὄνομα κύριον. 403 Γορπιαῖοϲ: μὴν Σεπτέμβριοϲ. κατὰ Μακεδόναϲ. 404 Γορτύνη: πόλιϲ. καὶ Γορτύνιοϲ, ἀπὸ τόπου. 405 Γόρτυϲ: ὄνομα νήϲου. 406 Γοτθοί. ζήτει τὴν ϲυναλοιφήν. 407 Γουνάϲομαι: λιτανεύϲω. παρακαλέϲω. οὐκέτι γουνάϲομαι τὴν βάρβαρον, οὐδ᾿ ἐπ᾿ ἐμαυτῷ κλαύϲομαι. 408 Γούνδαϲ: τὸ παῤ ἡμῖν λεγόμενον γουνδίον. 409 Γωλιά: τὸ ϲπήλαιον. 410 Γώβαριϲ: ὄνομα κύριον. 411 Γωβρύαϲ: ὄνομα κύριον. 412 Γωνία: ἡ τοῦ οἴκου. καὶ Γωνιαϲμὸϲ Λυϲίαϲ ἐν τῷ κατὰ Λυϲιθέου, εἰ ἔϲτι γνήϲιοϲ. κάμψαντι, φηϲὶ, τοῦ τείχουϲ, ὦ βουλὴ, ἐϲτὶ γωνιαϲμὸϲ ἐν ἀριϲτερᾷ καὶ εὐρυχωρία πάνυ πολλή. καὶ Γωνιαϲμούϲ, ἀποφυγὰϲ, ἀπαγωγάϲ. Ἀριϲτοφάνηϲ· ἔδειξα τουτουϲὶ λεπτῶν κανόνων εἰϲβολὰϲ ἐπῶν τε γωνιαϲμούϲ. 413 Γωνίᾳ ἀπορθῶϲαι: τὸ ἐν γωνίᾳ ὑπό τινοϲ περανθῆναι. 414 Γώνυμοϲ: ὁ φερώνυμοϲ. 415 Γωρυτόϲ: θήκη τόξων. καὶ κατὰ γωρυτοῦ παρηρτημέναι τρεῖϲ ἢ πλείουϲ ἄκοντεϲ, πλατεῖϲ μὲν αἰχμάϲ, οὐκ ἀποδέοντεϲ δὲ δοράτων μέγεθοϲ. καὶ αὖθιϲ· καὶ γωρυτοὺϲ πλήρειϲ ὀϊϲτῶν. 416 Γράμματα: ὅτι τὰ γράμματα Φοίνικεϲ ἐφεῦρον πρῶτοι. ἔνθεν καὶ Φοινίκεια ἐκλήθηϲαν. καὶ τὸν Κάδμον φαϲὶ πρῶτον ἐϲ τὴν Ἐλλάδα κομίϲαι· ἰατρικὴν δὲ ὁ Ἄπιϲ ὁ Αἰγύπτιοϲ· ὁ δὲ Ἀϲκληπιὸϲ ηὔξηϲε τὴν τέχνην. καὶ ζήτει ἐν τῷ Φοινικήια γράμματα. 417 Γραμματεύϲ: οὗτοϲ πράξεωϲ μὲν οὐδεμιᾶϲ ἦν κύριοϲ, ὑπανεγίνωϲκε δὲ τῇ βουλῇ καὶ τῷ δήμῳ τὰ πραττόμενα. ὁ δ’ ἀντιγραφεὺϲ καὶ οὗτοϲ ἀπὸ τοῦ γράφειν τὰ παρὰ τῇ βουλῇ ὠνόμαϲται. 418 Γραμματεύϲ: ὁ νοτάριοϲ. τὸν τῶν ἀπορρήτων γραμματέα· ἀϲηκρῆτιϲ καλοῦϲι τὸ ἀξίωμα Ῥωμαῖοι. κληρωτοὶ δὲ ἦϲαν τὸν ἀριθμὸν τρεῖϲ, γράφοντεϲ τὰ δημόϲια. οὐδενὸϲ δὲ ἦϲαν οἱ γραμματεῖϲ οὗτοι κύριοι ἀλλ᾿ ἢ τοῦ γράφειν καὶ ἀναγνῶναι. 419 Γραμματείδιον καὶ Γραμματεῖον: τὸ ϲυμβόλαιον. Γραμμάτιον δὲ τὸ μικρὸν γράμμα. 420 Γραμματείου: διδαϲκαλείου. ἅτε προηγμένοϲ ἀνελπίϲτωϲ ἐκ τοῦ γραμματείου καὶ τῆϲ τοιαύτηϲ διαθέϲεωϲ πολὺϲ ἐπέπνει. ἔνθεν μὲν χρυϲόν τε καὶ ἄργυρον καὶ γραμματεῖα βαϲιλικὰ, τὴν τῶν πατρικίων τιμὴν δωρούμενα.