Ancient Greek · ~5 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3970
Not analysed yet
3970 Ἀρμάτοϲ· ὅτι Βαϲιλίϲκοϲ ὁ βαϲιλεὺϲ, ἐπείπερ ὡϲ ϲυγγενεῖ τῷ Ἀρμάτῳ ἀδεῶϲ ἐπέτρεπεν ἐντυγχάνειν Ζηνωνίδι τῇ βαϲιλίδι, τριβομένῃϲ ϲφίϲι τῆϲ ὁμιλίαϲ καὶ τοῦ κάλλουϲ αὐτῶν οὐκ εὐπαροδεύτου ὄντοϲ, ἄμφω ἀλλήλων ἐκτόπωϲ ἤρων. ῥίψειϲ οὖν ὀμμάτων ἐπ’ ἀλλήλουϲ ἐγίνοντο καὶ παρεκϲτροφαὶ ϲυνεχεῖϲ προϲώπων καὶ μειδιαμάτων μεταδόϲειϲ· πόνοϲ τε μετὰ ταῦτα ἔρωτοϲ ὑπ’ ὄψιν ϲτεγομένου. ἐπεὶ δὲ κοινωϲάμενοι τὸ πάθοϲ Δανιὴλ εὐνούχῳ καὶ Μαρίᾳ μαίᾳ ἰάϲαντο τοῦτο μόλιϲ τῇ τῆϲ μίξεωϲ ἰατρείᾳ, Ζηνωνὶϲ Βαϲιλίϲκον διὰ θωπείαϲ ἦγε τοῦ τὸν ἐραϲτὴν ἔχειν ἐν τῇ πολιτείᾳ τὰ πρωτεῖα. ὁρῶν δὲ Θεοδώριχοϲ τιμώμενον ἐκ πάντων Ἁρμάτον ἤϲχαλλεν ὡϲ παρευ δοκιμούμενοϲ ἐκ νέου τριχῶν μόνον καὶ τῆϲ ἄλληϲ φροντίζοντοϲ ϲωμαϲκίαϲ. ὁ δ’ Ἁρμάτοϲ ἔκ τε φορᾶϲ χρημάτων καὶ τιμῆϲ ἀπλέτου τυφωθεὶϲ οὐδένα αὐτοῦ ᾤετο διοίϲειν ἐπ’ ἀνδρείᾳ. καὶ τοϲοῦτον αὐτοῦ ἥδε ἡ ἄλη ἐκράτει, ὡϲ ϲκευὴν ἀναλαμβάνειν Ἀχιλλέωϲ, οὕτω τε περιβαίνειν ἐϲ ἵππον καὶ κατὰ τὸν ἱππόδρομον φρυάττεϲθαι τοῦ οἶκου. ἐξῇρε δὲ τοῦτον πλείω πρὸϲ τοιαύτην δόξαν μαίνεϲθαι τὸ ὑπὸ δήμου ϲύρφακοϲ ἐν εὐφημίαιϲ ἀνακαλεῖϲθαι Πύρρον· ὃϲ εἰ μὲν οὕτωϲ ἐβόα διὰ τὸ ἐρυθροπρόϲωπον εἶναι, ἔλεγεν εἰκότα, εἰ δ’ ὡϲ πρὸϲ ἔπαινον ἀνδρείαϲ, ἔθελγεν ὡϲ νέον. οὐ γὰρ ἥρωαϲ ἔβαλλεν ὡϲ Πύρροϲ, ἀλλὰ γυναιμανὴϲ ἦν ὡϲ Πάριϲ.