Ancient Greek · ~3 min
1.3971 to 1.3976
Suda, Suidae lexicon 1.3971-3976
Not analysed yet
3971 Ἁρματωλία: ἡ τῶν ἁρμάτων ἡνιοχεία. καὶ τοῦ κύκλου παρέτραγον ὑφ’ ἁρματωλίαϲ. ἀντὶ τοῦ φειδόμενοι τῶν ἁρμάτων αὐτῶν. Ἁρματροχία δὲ ἡ ἐγχάραξιϲ τοῦ ἅρματοϲ. ἔϲτι καὶ Ἀματροχία. 3972 Ἄρμενα: ἁρμόδια, ἐπιτήδεια. ἐν Ἐπιγράμμαϲι· Πανὶ τάδ’ αὔθαιμοι τριϲϲοὶ θέϲαν ἄρμενα τέχναϲ. καὶ Ἄρμενον, τὸ ἱϲτίον. ὅτι οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρεϲ καὶ Ἀρμένιοι ἐπὶ τοῦ μεγάλου Κωνϲταντίνου Suid. ἐβαπτίϲθηϲαν. 3973 Ἁρμογή: εὐταξία. μαθόντεϲ δὲ τὴν τῶν πολεμίων ἁρμογὴν τῆϲ πορείαϲ. 3974 Ἁρμογή: ὡϲ ἡμεῖϲ. Εὕπολιϲ Αἰξί ταύτην ἐγὼ ἐζήτουν πάλαι τὴν ἁρμογήν. 3975 Ἁρμόδιοι: ἀρεϲτοί. καὶ παροιμία· Ἀρμοδίου μέλοϲ, ἐπὶ τῶν δυϲκόλων. τὰ γὰρ εἰϲ Ἁρμόδιον μέλη τοιαῦτά ἐϲτιν. Ἁρμόδιοϲ καὶ Ἀριϲτογείτων ἐπέθεντο τοῖϲ τυράννοιϲ, καὶ τὸν Ἱππίαν ἀπέκτειναν Ἀθηναῖοι. 3976 Ἁρμοζόμενοϲ. ἐπιτηδείωϲ διατιθέμενοϲ. ὁ δὲ νυκτὸϲ ἐποίει τὰϲ εἰϲόδουϲ ἁρμοζόμενοϲ πρὸϲ τὴν ὑποκειμένην πρόθεϲιν.