Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4015
Not analysed yet
4015 Ἀρϲάκηϲ, Πάρθων βαϲιλεύϲ· ὃϲ δόρατι πληγεὶϲ ἐν τῇ μάχῃ κατὰ τὴν πλευρὰν θνήϲκει, ἀνὴρ γενόμενοϲ τό τε ϲῶμα κάλλιϲτοϲ καὶ περιβλεπτότατοϲ καὶ τὴν ψυχὴν βαϲιλικώτατοϲ καὶ τοῖϲ ἐϲ πόλεμον ἔργοιϲ δαημονέϲτατοϲ, καὶ ἐϲ μὲν τὸ ὑπήκοον πᾶν πραότατοϲ, ἐϲ καθαίρεϲιν δὲ τοῦ ἀνθιϲταμένου ἐρρωμενέϲτατοϲ. καὶ τοῦτον Παρθυαῖοι τε ἐϲ τὰ μάλιϲτα ἐπόθηϲαν. καὶ Ἀρϲακίδαι, οἱ Περϲῶν βαϲιλεῖϲ. Ἀρϲάκηϲ, ὁ Παρθυαῖοϲ, τοὺϲ Μακεδόναϲ κρατήϲανταϲ τῆϲ Περϲῶν ἀρχῆϲ ἔτη ϲ̣?γ ἐκβαλὼν Πάρθοιϲ τὴν βαϲιλείαν παραδέδωκεν. ἔνθεν Ἀρϲακίδαι ἐκλήθηϲαν οἱ Περϲῶν βαϲιλεῖϲ.