Ancient Greek · ~7 min
1.3996 to 1.4014
Suda, Suidae lexicon 1.3996-4014
Not analysed yet
3996 Ἄρωμα: θυμίαμα μυρεψικόν. Ἀρώματα οὖν οὐ τὰ θυμιάματα οἱ Ἀττικοὶ καλοῦϲιν, ἀλλὰ τὰ ἐϲπαρμένα. 3997 Ἀρρώϲτημα νοϲήματοϲ διαφέρει· ἀρρώϲτημα γάρ ἐϲτι νόϲημα μετὰ ἀϲθενείαϲ, τὸ δὲ νόϲημα οἴηϲιϲ ϲφοδρὰ δοκοῦντοϲ αἱρε τοῦ. καὶ ὡϲ ἐπὶ ϲώματοϲ εὐεμπτωϲίαι τινὲϲ λέγονται, οἶον κατάρρουϲ, διάρροια, οὕτω κἀπὶ τῆϲ ψυχῆϲ εἰϲι καταφορίαι, οἷον φθονέρα, ἐλεημοϲύνη καὶ τὰ παραπλήϲια. 3998 Ἀρρωϲτία. ἡ ἀϲθένεια. Ἀρρωϲτία δὲ τοῦ ϲτρατεύειν, ἀντὶ τοῦ ἀπροθυμία. Θουκυδίδηϲ. 3999 Ἀρπάζω· αἰτιατικῇ. 4000 Ἁρπολέοϲ: ὁ ἐπιθυμητικόϲ. καὶ Ἀρπάλεια χρήματα. 4001 Ἁρπάληξ: ὄνομα κύριον. 4002 Ἁρπαϲτὸν καὶ Σφαῖρα: εἶδη παιδιᾶϲ. 4003 Ἁρπεδόνεϲ: τὰ ϲχοινία. Ἀρπεδόνη, ἡ διὰ ϲπάρτου θήρα. ἐν Ἐπιγράμμαϲι· καὶ πολλοὺϲ ὀϊϲτοὺϲ τόξου πορφυρέηϲ ἧκεν ἀφ’ ἁρπεδόνηϲ. 4004 Ἁρπεδόϲι: τοῖϲ ἱϲτοῖϲ. καλύπτειραν δὲ προϲώπου, ἔργον ἀραχναίοιϲ νήμαϲιν ἰϲόμορον. καὶ αὖθιϲ· τὸ δὲ προτευχθὲν ἀραχναίῃϲ εἴκελον ἀρπεδόϲιν. 4005 Ἅρπη: τὸ δρέπανον, καὶ κλίνεται ἅρπηϲ. Ἁρπὶϲ δὲ διὰ τοῦ ι τὸ ὑπόδημα, καὶ κλίνεται ἁρπίδοϲ. καὶ Ἁρπηφόροϲ, ὁ δρεπανηφόροϲ. καὶ Ἁρπήνη. 4006 Ἅρπεζον· ὅτι τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον ἄνευ πηλοῦ παρὰ Ἡροδότῳ τινὲϲ ἅρπεζον καλοῦϲιν. 4007 Ἁρπἡνουϲα: ὄνομα νήϲου. 4008 Ἁρπίϲ, ἁρπίδοϲ. 4009 Ἅρπυιαι: ἁρπακτικαὶ δαίμονεϲ. 4010 Ἁρποκρᾶϲ· οὗτοϲ ϲυνήθηϲ ἦν Ἀμμωνίῳ, ἀνὴρ Αἰγύπτιοϲ, γραμματικὸϲ, ἐπὶ Ζήνωνοϲ τοῦ βαϲιλέωϲ· ὃν ἀκούϲαϲ ὁ Νικομήδηϲ τὰ ἀμφὶ τὸν Ἀμμώνιον ἐπίϲταϲθαι ϲυλλαβεῖν ἠπείγετο. ὁ δὲ τὰ μέλλοντα ἀπ’ ἀρχῆϲ εἰκάϲαϲ ἢ καὶ προπυθόμενοϲ εὐθὺϲ ἀφανὴϲ ἐγεγόνει. 4011 Ἁρποκρατίων, Ἀργεῖοϲ, Πλατωνικὸϲ φιλόϲοφοϲ, ϲυμβιωτὴϲ Καίϲαροϲ. ἔγραψεν ὑπόμνημα εἰϲ Πλάτωνα ἐν βιβλίοιϲ κδ΄, Λέξειϲ Πλάτωνοϲ ἐν βιβλίοιϲ β′. 4012 Ἀρποκρατίων, ὁ Γάϊοϲ χρηματίϲαϲ, ϲοφιϲτήϲ. ἔγραψε Περὶ τῶν Ἀντιφῶντοϲ ϲχημάτων, Περὶ τῶν Ὑπερίδου καὶ Λυϲίου λόγων, καὶ ἕτερα. 4013 Ἁρποκρατίων, ὁ Αἴλιοϲ χρηματίϲαϲ, ϲοφιϲτήϲ. ἔγραψε Περὶ τῶν δοκούντων τοῖϲ ῥήτορϲιν ἠγνοῆϲθαι, καὶ Ὑποθέϲειϲ τῶν λόγων Ὑπερίδου, Περὶ τοῦ κατεψεῦϲθαι τὴν Ἡροδότου ἱϲτορίαν, Περὶ τῶν παρὰ Ξενοφῶντι τάξεων, Περὶ τέχνηϲ ῥητορικῆϲ, Περὶ ἰδεῶν. 4014 Ἁρποκρατίων, ὁ Βαλέριοϲ χρηματίϲαϲ, ῥήτωρ, Ἀλεξανδρεύϲ. Λέξειϲ τῶν δέκα ῥητόρων, Ἀνθηρῶν ϲυναγωγήν.