Ancient Greek · ~8 min
1.4035 to 1.4051
Suda, Suidae lexicon 1.4035-4051
Not analysed yet
4035 Ἄρτι τοῦ ἀρτίωϲ διαφέρει παρὰ τοῖϲ Ἀττικοῖϲ. ἄρτι μὲν ἀντὶ τοῦ νῦν, ἀρτίωϲ δὲ ἀντὶ τοῦ πρὸ ὀλίγου. ἐκεῖνον εἶφ, ὃν ἀρτίωϲ εἰϲήγαγεϲ, ὁ Στρεψιάδηϲ φηϲὶ πρὸϲ Σωκράτην. καὶ ἀντὶ τοῦ νῦν τὸ ἀρτίωϲ. ἔτι περαιουμένοιϲ καὶ ἀρτίωϲ ἀποβαίνουϲιν ἐπιτίθεϲθαι. Κρίτων ἐν Γετικοῖϲ. 4036 Ἄρτια. ἡρμοϲμένα, τέλεια, ὑγιῆ. λέγεται δὲ ταῦτα καὶ ἄρμενα. καὶ Ἀρτιάζειν, τὸ παίζειν ἄρτια ἡ περιττά. ϲτατῆρϲι δ’ ἀρτιάζομεν. Ἀριϲτοφάνηϲ. καὶ Ἀρτιάκιϲ. Ἄρτιοϲ ἀριθμὸϲ ὁ λβ′, Ἀρτιοπέριττοϲ δὲ ὁ διχοτομούμενοϲ εὐθέωϲ εἰϲ περιϲϲὸν ἀριθμόν, οἷον ὁ τῶν ιδ′. τούτου γὰρ τὸ ἥμιϲυ ἑπτά. 4037 Ἀρτιδαεῖ: ἀρτιμαθεῖ. ἀργύριόν ϲοι τόνδε γενέθλιον ἐϲ τεὸν ἦμαρ πέμπω, ἀρτιδαεῖ ϲύμπνοον ἐργαϲίῃ. 4038 Ἀρτίδιον: μικρὸϲ ἄρτοϲ. ὁ δέ τινα τῶν βαϲιλικῶν παίδων οἰτήϲαϲ ἀρτίδιον κατεχρήϲατο. 4039 Ἀρτιεπήϲ: ἀπηρτιϲμένοϲ ἐν τῷ λέγειν. οὐκ ἐν ἐπαίνῳ τὸ ἀρτιεπὴϲ, κατὰ τὸ ἐναντίον τοῦ ἁμαρτάνειν· ἀλλ᾿ ὁ λάλοϲ καὶ ἀπηρτιϲμένοϲ τῷ λόγῳ. 4040 Ἀρτιζόμενοι· οἱ δὲ ἀρτιζόμενοι διεῖλον τὴν δύναμιν. ὁ δὲ πανοῦργοϲ ὢν καὶ πρὸϲ τὸ τῆϲ τύχηϲ ἄδηλον ἀρτιϲάμενοϲ. 4041 Ἀρτιθαλῆ: νεόφυτα. 4042 Ἀρτικροτεῖϲθαι: ϲυμφωνεῖϲθαι. ἀρτικροτοῦνθ᾿ οἱ γάμοι· φηϲὶ Μένανδροϲ. 4043 Ἄρτιμῦϲ πίττηϲ γεύεται: ἐπὶ τῶν ὀψὲ εἰϲ αἴϲθηϲιν ἐρχομένων ἐν οἷϲ εἰϲιν. 4044 Ἄρτιοϲ καὶ Ἄρτιοι, τέλειοι, ὑγιεῖϲ. ὑπὸ νόϲου ποδάγραϲ οὔτε αἱ χεῖρεϲ οὔτε οἱ πόδεϲ ἄρτιοι ἐτύγχανον οὖϲαι. 4045 Ἀρτίωϲ: τελείωϲ, ὑγιῶϲ. οὐ μόνον ἄρτι, τὸ πρὸ ὀλίγου. Φερεκράτηϲ Μυρμηκανθρώποιϲ· ξένη γυνὴ γραῦϲ ἀρτίωϲ ἀφιγμένη. καὶ ἀντὶ τοῦ γνηϲίου· τοιοῦδ’ ἀποβλαφθεὶϲ ἀρτίωϲ φίλου. 4046 Ἀρτίπουϲ: ὑγιεῖϲ τοὺϲ πόδαϲ ἔχων. 4047 Ἀρτίϲτομοϲ: ὁ ϲαφὴϲ καὶ ὁ ἡδὺ φθεγγόμενοϲ. οὕτωϲ Διονύϲιοϲ. ὁ δὲ ἦν κάτοινοϲ ἤδη καὶ οὐκ ἀρτίϲτομοϲ ἔτι. 4048 Αρτίτομοϲ: προπαροξυτόνωϲ ὁ τεμνόμενοϲ νεωϲτί. Ἀρτιτόμοϲ δὲ ὁ νεωϲτὶ τέμνων. 4049 Ἀρτιχανῆ ῥοιάν τε, καὶ ἄρτίχνουν τόδε μῆλον· ἐν Ἐπιγράμμαϲι. 4050 Ἀρτοπωλεῖον: τὸ μαγκυπεῖον, ἐν ᾦ οἱ ἄρτοι γίνονται. Ἀρτοπώλιον δὲ ὁ τόποϲ, ἔνθα οἱ ἄρτοι πιπράϲκονται. 4051 Ἄρτοϲ: ὁ ψωμόϲ. ἔϲτι δὲ καὶ ὄνομα τυράννου Μεϲϲαπίων, καὶ πρόξενον Ἀθηναίουϲ ποιήϲαϲθαί φηϲι Πολέμων.