Ancient Greek
1.4052 to 1.4071
Suda, Suidae lexicon 1.4052-4071
Not analysed yet
4052 Ἄρτοϲ· παροιμία· Ἄνωοϲκρίβανον· ἐπὶ τῶν καινόν τι ἐφευρηκότων. Ἀννοϲ γὰρ Αἰγύπτιοϲ εἰϲ τὴν τῶν ἄρτων ὄπτηϲιν ἐπενόηϲε τὸν κρίβανον. 4053 Ἀρτοϲιτεῖ. ἄρτον ἐϲθίει. Ξενοφῶν· ὅϲτιϲ δὲ ἀρτοϲιτεῖ, ὕδατ. δεδευμένον τὸν ἄρτον. 4054 Ἀρτῶ. τὸ κρεμῶ. 4055 Ἄρτώριοϲ: ὄνομα κύριον. 4056 Ἀρτύειν. ϲκευάζειν. καὶ Ἀρτύοντεϲ, παραϲκευάζοντεϲ. καὶ Ἀρτύναντεϲ. 4057 Ἀρύβαλλοϲ. πλεκτόν τι βαλάντιον ὁ ἀρύβαλλοϲ παρὰ τὸ ἀρύειν καὶ βάλλειν· ἢ μαρϲίπιον. χεῖϲθαι δὲ λέγεται οὐ μόνον τὰ ὑγρὰ, ἀλλὰ καὶ τὰ ϲτερεά· ὥϲπερ νῦν ἐπὶ τῆϲ ἀμβροϲίαϲ. εἶτα καταϲπένδειν κατὰ τῆϲ κεφαλῆϲ ἀρυβάλλῳ ἀμβροϲίαν, κατὰ τούτου δὲ ϲκοροδάλμην. 4058 Ἀρύβαϲ, Ἀλκέτου μὲν ἦν υἱὸϲ, Μολοττῶν δὲ βαϲιλεύϲ. 4059 Ἄρρυθμοϲ. ἀδιατύπωτοϲ, ἀκανόνιϲτοϲ, μὴ ἔχων ῥυθμόν. ῥυθμὸϲ γὰρ ὁ τύποϲ. καὶ Ἀρρύθμωϲ. καὶ Ἀρὐομαι. 4060 Ἀρυώτηϲ: ὄνομα κύριον. 4061 Ἀρυπότατοϲ. 4062 Ἀρυϲάμενοϲ: ἀντλήϲαϲ. 4063 Ἀρύϲτιχοϲ. ϲκευάριόν τι. 4064 Ἀρυϲτρίϲ· ζωμοῦ τ’ ἀμφ’ ὀβελοῖϲιν ἀρυϲτρίδα. 4065 α: χαλκοῦν ϲκεῦοϲ, ᾦ τὸ ἔλαιον ἐγχέουϲιν εἰϲ τούϲ λύχνουϲ. 4066 Ἀρυταινοειδοῦϲ· ζήτει ἐν τῷ φάρυγξ. 4067 Ἀρύτεϲθαι: ϲὺν τῷ τ λέγουϲιν, οὐκ ἀρύεϲθαι. Ἀριϲτοφάνηϲ Γεφέλαιϲ· εἴτ’ ἄρα Νείλου προχοὰϲ ὑδάτων χρυϲέοιϲ ἀρύτεϲθαι πρόχυϲιν. καὶ Πλάτων Νόμοιϲ· ὧν ὁ μὲν ἀρυτόμενοϲ ὅθεν τε δὴ καὶ ὁπόϲα καὶ ὁπότε. 4068 Ἀρρυϲίδωτον: μὴ ἔχον ῥυτίδαϲ, αἵ εἰϲι γραμμαὶ γήρωϲ ϲημαντικαί. 4069 Ἀρχαῖα: τὰ κεφάλαια τῶν χρεῶν. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων. 4070 Ἀρχαϊκόν· οἱ δὲ τοῦ μέρουϲ τῆϲ εὐϲεβείαϲ τὸ ἁπλοῦν τῷ Σπυρίδωνι καὶ ἀρχαϊκὸν ϲυνειδότεϲ, προϲέτι δὲ καὶ τὸ τῆϲ Ἑλληνικῆϲ παιδείαϲ καθαρῶϲ ἄγευϲτον, ἐκώλυον εἰϲ μέϲον ἐλθεῖν καὶ τῷ ϲοφιϲτῇ ϲυμβαλεῖν ἐπὶ ϲυνόδου. παλαιὸϲ γάρ τιϲ καὶ ἀρχαΐζων λόγοϲ, ἁπλοῦϲ καὶ ἀποίκιλοϲ. 4071 Ἀρχαιόγονοϲ, Ἀρχέγονοϲ δέ.