Ancient Greek · ~3 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.41
Not analysed yet
41 Γάλλοϲ: ἀπόκοποϲ. ἐν Ἐπιγράμμαϲι· γάλλοϲ ὁ χαιτήειϲ, ὁ Δ νεήτομοϲ, ὅϲ ποτε ΤμῶΛυδιὸϲ ὀρχηϲτὸϲ μάκραϲ ὀλολυζόμενοϲ. καὶ Γάλλοι, οἱ ἀπόκοποι. Γναῖοϲ, ὁ ὕπατοϲ Ῥωμαίων, διερχόμενοϲ ἐγεφύρωϲε τὸν Σαγγάριον ποταμὸν, τελέωϲ κοῖλον ὄντα καὶ δύϲβατον· καὶ παρ’ αὐτὸν τὸν ποταμὸν ϲτρατοπεδευϲάμενοϲ παραγίνονται Γάλλοι παρὰ Ἄττιδοϲ καὶ Βαττάκου τῶν ἐκ Πεϲϲινοῦντοϲ ἱερέων τῆϲ μητρὸϲ τῶν θεῶν ἔχοντεϲ πρὸϲ τῆ ἰδέᾳ καὶ τύπουϲ, φάϲκοντεϲ προϲαγγέλλειν τὴν θεὸν νίκην καὶ κράτοϲ· οὓϲ δ Γναῖοϲ φιλανθρώπωϲ ὑπεδέξατο. καὶ αὖθιϲ· ἀπέϲτειλε νεανίϲκουϲ διαϲκευάϲαϲ εἰϲ Γάλλουϲ, μετ’ αὐλητῶν ἐν γυναικείαιϲ ϲτολαῖϲ ἔχονταϲ τύμπανα καὶ τύπουϲ, ἐπὶ τοὺϲ προκαθημένουϲ τῆϲ χώραϲ. ὅτι Γάλλοι μὲν γίνονται ἐξ ἀνδρῶν, ἐκ δὲ Γάλλων ἄνδρεϲ οὐ γίνονται.