Ancient Greek · ~1 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4103
Not analysed yet
4103 Ἀρχίαϲ· οὖτοϲ βουλόμενοϲ τὴν Κύπρον προδοῦναι Δημητρίῳ καὶ φωραθεὶϲ καὶ ἐϲ κρίϲιν ἀχθεὶϲ καλῳδίῳ τῶν ἐκ τῆϲ αὐλαίαϲ παραπεταϲμένων ἑαυτὸν ἀπεκρέμαϲε. τῷ γὰρ ὄντι διὰ τὰϲ ἐπιθυμίαϲ κενοὶ κενὰ λογίζονται κατὰ τὴν παροιμίαν. καὶ γὰρ ἐκεῖνοϲ δόξαϲ φ΄ τάλαντα προϲλήψεϲθαι καὶ τὰ προϋπάρχοντα χρήματα καὶ τὸ πνεῦμα προϲαπέβαλεν.