Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4102
Not analysed yet
4102 Ἀρχιάδαϲ· οὗτοϲ οἷοϲ ἦν τὴν ψυχὴν ἀπεδείκνυτο· πλείϲτων γὰρ αὐτῷ χρημάτων διηρπαϲμένων, ἐπειδὴ ἤϲθετο Θεαγένη ἔτι παιδίον ὄντα λυπούμενον ἐπὶ τοῖϲ ἀπολωλόϲι καὶ πεπορθημένοιϲ, ὦ Θεάγενεϲ, ἔφη, θαρρεῖν ἤδη ϲε χρὴ καὶ τοῖϲ θεοῖϲ ὁμολογεῖν ϲωτηρίουϲ χάριταϲ ὑπὲρ τῶν ϲωμάτων, ὑπὲρ δὲ τῶν χρημάτων οὐκ ἀθυμητέον. εἰ γὰρ Ἀθηνᾶ ἡ Πολιὰϲ ἐκέλευϲεν αὐτὰ ἀναλῶϲαι Παναθηναίοιϲ, πόϲου ἂν ἐπριάμεθα τὴν δαπάνην ταύτην; ἀλλὰ τὸν παρόντα ἀγῶνα καὶ Παναθηναίων ἡγεῖϲθαι δεῖ καὶ παντὸϲ ἑτέρου λαμπρότερόν τε καὶ εὐϲεβέϲτερον.