Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4112
Not analysed yet
4112 Ἀρχίλοχοϲ· ὅτι τῶν ϲπουδαίων οὐδὲ θανόντων οἱ θεοὶ λήθην τίθενται. Ἀρχίλοχον γοῦν ποιητὴν γενναῖον τἄλλα, εἴ τιϲ αὐτοῦ τὸ αἰϲχροεπὲϲ καὶ τὸ κακορρῆμον ἀφέλοι, καὶ οἱονεὶ κηλίδα ἀπορρύψαι, ὁ Πύθιοϲ ἠλέει τεθνεῶτα καὶ ταῦτα ἐν τῷ πολέμῳ, ἔνθα δήπου ξυνὸϲ Ἐνυάλιοϲ. καὶ ὅτε ἧκεν ὁ ἀποκτείναϲ αὐτὸν, Καλώνδαϲ μὲν ὄνομα, Κόραξ δὲ ἐπώνυμον, τοῦ θεοῦ δεόμενοϲ ὑπὲρ ὧν ἐδεῖτο, οὐ προϲήκατο αὐτὸν ἡ Πυθία ὡϲ ἐναγῆ, ἀλλὰ ταῦτα δήπου τὰ θρυλούμενα ἀνεῖπεν. ὁ δὲ ἄρα προεβάλλετο τὰϲ τοῦ πολέμου τύχαϲ καὶ ἔλεγεν, ὡϲ ἧκεν ἐϲ ἀμφίβολον ἢ δρᾶϲαι ἢ παθεῖν, ὅϲα ἔπραξε, καὶ ἠξίου μὴ ἀπεχθάνεϲθαι τῷ θεῷ εἰ τῷ ἑαυτοῦ δαίμονι ζῇ, καὶ ἐπηρᾶτο, ὅτι μὴ τέθνηκε μᾶλλον ἢ ἀπέκτεινε. καὶ ταῦτα ὁ θεὸϲ οἰκτείρει καὶ αὐτὸν κελεύει ἐλθεῖν εἰϲ Ταίναρον, ἔνθα Τέττιξ τέθαπται, καὶ μειλίξαϲθαι τὴν τοῦ Τελεϲικλείου παιδὸϲ ψυχὴν καὶ πραΰναι χοαῖϲ. οἷϲ ἐπείϲθη, καὶ τῆϲ μήνιδοϲ τῆϲ ἐκ τοῦ θεοῦ ἐξάντηϲ ἐγένετο. καὶ παροιμία· Ἀρχίλοχον πατεῖϲ, ἐπὶ τῶν κακηγόρων καὶ λοιδόρων.