Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4121
Not analysed yet
4121 Ἀρχύταϲ, Ταραντῖνοϲ, Ἑϲτιαίου υἱὸϲ ἢ Μνηϲάρχου ἢ Μναϲαγέτου ἢ Μναϲαγόρου, φιλόϲοφοϲ Πυθαγορικόϲ. οὗτοϲ Πλάτωνα ἔϲωϲε μὴ φονευθῆναι ὑπὸ Διονυϲίου τοῦ τυράννου. τοῦ κοινοῦ δὲ τῶν Ἰταλιωτῶν προέϲτη, ϲτρατηγὸϲ αἱρεθεὶϲ αὐτοκράτωρ ὑπὸ τῶν πολιτῶν καὶ τῶν περὶ ἐκεῖνον τὸν τόπον Ἐλλήνων. ἅμα δὲ καὶ φιλοϲοφίαν ἐκπαιδεύων μαθητάϲ τ᾿ ἐνδόξουϲ ἔϲχε καὶ βιβλία ϲυνέγραψε πολλά. τοῦτον φανερῶϲ γενέϲθαι διδάϲκαλον Ἐμπεδοκλέουϲ. καὶ παροιμία· Ἀρχύτου πλαταγή· ὅτι Ἀρχύταϲ πλαταγὴν εὖρεν. ἥτιϲ ἐϲτὶν εἶδοϲ ὀργάνου ἦχον καὶ ψόφον ἀποτελοῦντοϲ. ὁ δὲ πλαταγὴν χαλκευϲάμενοϲ ἐπλατάγει.