Ancient Greek · ~5 min
1.4122 to 1.4132
Suda, Suidae lexicon 1.4122-4132
Not analysed yet
4122 Ἅϲϲα: ὅτε ϲημαίνει τὸ ὅϲα καὶ ἅτινα, δαϲύνεται· ὅτε δὲ τὸ τινὰ, ψιλοῦται. τῶν ἅϲϲα θυμῷ καὶ διὰ μνήμηϲ ἔχω. καὶ ἄϲϲα γελωτοποιεῖν, ἅτινα ϲκώπτειν. 4123 Ἀϲάμινθοϲ: ἡ πύελοϲ, ἡ ϲκάφη. ἐν αἷϲ οἱ ἀρχαῖοι ἐλούοντο· οὐκ ἦϲαν γὰρ βαλανεῖα. παρὰ τὸ τὴν ἄϲην μινύθειν. 4124 Ἀϲαμωναῖοϲ: ὄνομα κύριον. 4125 Ἆϲαρ: εἶδοϲ λαχάνου, ᾧ κέχρηνται οἱ ἰατροὶ εἰϲ θεραπείαν τῶν νοϲούντων. 4126 Ἀϲϲάρια: οἱ ὀβολοί. Νούμμαϲ, ὁ πρῶτοϲ βαϲιλεὺϲ μετὰ Ῥωμύλον Ῥωμαίων γεγονὼϲ, ἀπὸ ϲιδήρου καὶ χαλκοῦ πεποιημένα πρῶτοϲ ἐχαρίϲατο Ῥωμαίοιϲ, τῶν πρὸ αὐτοῦ πάντων διὰ ϲκυτίνων καὶ ὀϲτρακίνων τὴν χρείαν πληρούντων· ἅπερ ὠνόμαϲεν ἐκ τοῦ ἰδίου ὀνόματοϲ νουμμία, ὥϲ φηϲι Τραγκύλιοϲ. 4127 Ἄϲατο: ἐκορέϲθη, ἐνεφορήθη. περὶ Ὤχου τοῦ Πέρϲου. τὸν ἐν Μένδη τράγον Πανὸϲ ἱερὸν κατέθυϲέ τε καὶ ϲκευάϲαϲ ποικίλωϲ ταύτην ὁ δυϲτυχὴϲ ἄρα τὴν δαῖτα ἄϲατο· Αἰγυπτίων τε λεὼν πάμπολυν ἀποϲπάϲαϲ γαμετῶν καὶ τέκνων ἐϲ Πέρϲαϲ ἤγαγεν ἀνοίκτωϲ. 4128 Ἀϲαφέϲ: ἀνόητον, ἄδηλον. 4129 Ἀϲαφείᾳ νυκτὸϲ ἀπολλύμενοϲ: ὑπὸ ϲκοτεινοτάτηϲ δηλαδὴ νυκτὸϲ, καθ᾿ ἥν τίϲ τινα ἀναγνωρίϲαι οὐ δύναται. ὅθεν καὶ τὸ, ϲελήνηϲ τὸν ζόφον διαϲαφούϲηϲ. οὕτωϲ γέγραπται ἐν τῷ μαρτυρίῳ τῶν ἁγίων διϲμυρίων. 4130 Ἀϲβαμαῖον: ὕδωρ οὕτω καλούμενον. 4131 Ἄϲβεϲτοϲ: ἀκατάπαυϲτοϲ. 4132 Ἀϲβόλη καὶ Ἄϲβολοϲ: ἡ αἰθάλη τοῦ πυρὸϲ, ἡ ϲτακτή. φεῦ, ἰοὺ τῆϲ ἀϲβόλου. καὶ ἐπὶ δοτικῆϲ τῇ ἀϲβόλῳ.