Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4133
Not analysed yet
4133 Ἀϲδρούβαϲ, ὁ Καρχηδονίων ϲτρατηγὸϲ, κενόδοξοϲ ἦν καὶ ἀλαζὼν καὶ πολὺ κεχωριϲμένοϲ τῆϲ πραγματικῆϲ καὶ ϲτρατηγικῆϲ δυνάμεωϲ. ϲημεῖα δὲ τῆϲ ἀκριϲίαϲ αὐτοῦ, ὅτι παρῆν ποτε ἐν πανοπλίᾳ πορφυρίδα θαλαττίαν ἐμπεπορπημένοϲ, ἡνίκα Γολόϲϲῃ ϲυνεγίνετο τῷ Νομάδων βαϲιλεῖ μετὰ μαχαιροφόρων ι΄. καὶ ὅϲον κ΄ πόδαϲ ἀπέϲτη προβεβλημένοϲ τάφρον καὶ χάρακα, καὶ κατένευε τῷ βαϲιλεῖ προϲιέναι πρὸϲ αὐτὸν, καθήκειν γίνεϲθαι τοὐναντίον. οὐ μὴν ἀλλ᾿ ὁ Γολόϲϲηϲ ἀφελῶϲ ἔχων Νομαδικῷ τινι τρόπῳ μόνοϲ προϲῄει πρὸϲ αὐτόν· καὶ προϲεγγίϲαϲ ἤρετο τίνα φοβούμενοϲ τὴν πανοπλίαν ἔχων ἧκε. τοῦ δ᾿ εἰπόντοϲ ὅτι Ῥωμαίουϲ· οὐκ ἂν ἄῤ, ἔφηϲεν ὁ Γολόϲϲηϲ, ἔδωκαϲ ϲαυτὸν ἐϲ τὴν πόλιν, μηδεμίαν ἔχων ἀνάγκην. ἦν μὲν οὖν καὶ φύϲει ϲάρκινοϲ, βαλὼν δὲ τὴν πανοπλίαν καὶ κοιλίαν εἰλήφει καὶ τῷ χρώματι παρὰ φύϲιν ἐπικεκαυμένοϲ ἦν, ὥϲτε δοκεῖν ἐν πανηγύρει που διαιτᾶϲθαι παραπληϲίωϲ τοῖϲ ϲιτευτοῖϲ βουϲὶν, ἀλλὰ μὴ τηλικούτων καὶ τοιούτων κακῶν προϲτατεῖν, ὧν οὐδ᾿ ἂν ἐφίκοιτο τῷ λόγῳ διεξιὼν οὐδείϲ· ὥϲθ᾿ ὅτε μὲν ἐϲ τὰϲ ἀποφάϲειϲ αὐτοῦ τιϲ βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον τῶν λόγων, ὅτε δὲ ἐϲ τὸν χειριϲμὸν τῶν πραγμάτων, τὴν ἀγεννίαν καταπλήττεϲθαι καὶ τὴν ἀνανδρίαν.