Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4140
Not analysed yet
4140 Ἀϲέλγεια: ἀντὶ τοῦ πολυτέλεια. οὕτωϲ Αἰϲχίνηϲ. ἢ Ἀϲέλγεια, πορνεία, ἀκαθαρϲία. μιαρία. παρῆκται δὲ, ὥϲ φαϲιν, ἐξ αἰτίαϲ τοιαύτηϲ. Σέλγη πόλιϲ ἐϲτὶ τῆϲ Πιϲιδίαϲ, ὅπου κακῶϲ ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοιϲ ἐκοινώνουν. κατ᾿ ἐπίταϲιν οὖν τὸ ἀϲελγαίνειν. καὶ Ἀϲελγὲϲ οὐ μόνον ἐπὶ τοῦ ἀκολάϲτου ἔταττον οἱ παλαιοὶ, ἀλλ᾿ ἔϲτιν ὅτε καὶ ἐπὶ τοῦ μεγάλου. καὶ γὰρ ἄνεμον ἀϲελγῆ λέγουϲι· καὶ Ἀϲελγόκερωϲ τράγοϲ, ὁ μέγαϲ. ἢ Ἀϲελγόκερωϲ, ὁ κυρίττων. πίονέϲ εἰϲιν ἀϲελγῶϲ· Ἀριϲτοφάνηϲ φηϲὶν ἐν Πλούτῳ. ἀντὶ τοῦ κατωφερεῖϲ θορυβούμενοι καὶ κεκραγότεϲ μετὰ ἀϲελγείαϲ, οἷον οἱ κόρακεϲ λαρυγγίζουϲιν. ἀντὶ τοῦ μεγάλωϲ φωνοῦϲι. καὶ Ἀϲελγήϲ, ἐπὶ ἀνέμου ὁ ϲφοδρῶϲ πνέων. πολὺϲ δὲ καὶ ἀϲελγὴϲ τίκτεται ἐκεῖθι (φηϲὶν Αἰλιανὸϲ ἐν τῷ περὶ ποικίληϲ ἀφηγήϲεωϲ)· γένεϲιϲ δὲ αὐτῷ αὐλῶνεϲ βαθεῖϲ καὶ φάραγγεϲ, δι᾿ ὧν ὠθούμενοϲ ἐκτείνει λαβρότατοϲ.