Ancient Greek · ~8 min
1.4141 to 1.4165
Suda, Suidae lexicon 1.4141-4165
Not analysed yet
4141 Ἄϲη: ῥύποϲ. καὶ κλίνεται ἄϲηϲ. ἢ λύπη. καὶ τοϲαύτηϲ ἄϲηϲ ὑποπίμπλαμαι καὶ ναυτίαϲ ϲῶμά τε καὶ ψυχὴν, ὥϲτε καὶ εἰϲ ἐμέτουϲ ἐμοὶ τὴν ἀχθηδόνα προπίπτειν. τουτέϲτι ῥύπου. 4142 Ἀϲηκόροϲ: ὁ ἀκηδιαϲτήϲ. 4143 Ἀϲήμαντα: τὰ λεγόμενα ἀϲφράγιϲτα. καὶ γὰρ ϲημεῖα τὰϲ ϲφραγίδαϲ ἔλεγον. καὶ Ἀϲημάντοιϲ, ἀφυλάκτοιϲ, οὐκ ἔχουϲι ϲημάντοραϲ, τοὺϲ ἐπιϲτάταϲ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ϲφραγίδων. 4144 Ἄϲημον: τὸ δυϲγενὲϲ, καὶ τὸ μηδὲν ϲημαῖνον. καὶ Ἄϲημοϲ, ὁ ἀγεννήϲ. 4145 Ἄϲηροϲ: ὁ μὴ ἔχων ϲκώληκαϲ. 4146 Ἀϲηρώθ: ὄνομα κύριον. 4147 Ἀϲία: χώρα, ἡ τῆϲ ἀνατολῆϲ. καὶ Ἀϲιάδοϲ κρούματα, τῆϲ κιθάραϲ. οὕτωϲ Ἀριϲτοφάνηϲ. ἢ Ἀϲιάτιδοϲ κρούματα. καὶ Ἀϲιῆτιϲ γῆ, τῆϲ Ἀϲίαϲ. 4148 Ἀϲίννιοϲ Πωλίων, Ῥωμαῖοϲ. ἱϲτορίαϲ Ῥωμαϊκὰϲ ϲυνέταξεν ἐν βιβλίοιϲ ιζ΄. οὖτοϲ πρῶτοϲ Ἑλληνικὴν ἱϲτορίαν Ῥωμαϊκῶϲ ϲυνεγράψατο. 4149 Ἄϲιοϲ: ὄνομα κύριον. 4150 Ἀϲιῶν: τὸ ὄροϲ. 4151 Ἀϲιτῶ: ἄρτον οὐκ ἐϲθίω. 4152 Ἀϲιχίνη: ὄνομα κύριον. 4153 Ἀϲθένεια: ταλαιπωρία, νόϲοϲ, ἀδυναμία. καὶ Ἀϲθενοῦνταϲ, ἀντὶ τοῦ ἐν ἐνδείᾳ ὄνταϲ· τὴν γὰρ τὺχην ἰδίωϲ νόϲον φαϲίν. Ἀριϲτοφάνηϲ· τοὺϲ πένηταϲ ἀϲθενοῦνταϲ. 4154 Ἀϲθήϲεται: ἐκ τοῦ ᾄδω, τὸ ψάλλω. 4155 Ἆϲθμα: πνοή. καὶ Ἀϲθμάζειν, ἀντὶ τοῦ ἀϲθμαίνειν, τουτέϲτι πνευϲτιᾶν. Βάβριοϲ· οἶά τιϲ νούϲῳ κάμνων ἐβέβλητ᾿ οὐκ ἀληθὲϲ ἀϲθμαίνων. 4156 Ἀϲκαλαβώτηϲ: ὁ γαλεώτηϲ. οὐχὶ καλαβώτην λέγουϲι, μᾶλλον δὲ γαλεώτην. Μένανδροϲ· οὑτοϲὶ δὲ γαλεώτηϲ γέρων. 4157 Ἀϲκάλαφοϲ: παρὰ τὸ ἀϲκελὲϲ τῆϲ ἁφῆϲ, ὁ λίαν ϲκληρόϲ. 4158 Ἀϲκαλωνίτηϲ: ὄνομα κύριον. 4159 Ἀϲκαμωνία: εἶδοϲ βοτάνηϲ ἰατρικῆϲ. 4160 Ἀϲκανία: λίμνη ἐν Νικαίᾳ. 4161 Ἄϲκαντοϲ: ἡ μικρὰ κλίνη, τὸ πτωχὸν κλινίδιον. ἢ Ἀϲκάντηϲ, κλίνη μὴ ἔχουϲα κάνητα· κάνηϲ δὲ ὁ ψίαθοϲ. ἢ ὁ ϲκίμπουϲ, ἢ δίφρου τι εἶδοϲ, οἱ δὲ τὸν κράββατον. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἔξει τὸν ἀϲκάντην λαβών. 4162 Ἀϲκαρδαμυκτί: χωρὶϲ τοῦ μύειν, ὅ ἐϲτιν ἀγρίωϲ βλέπειν. καὶ Ἀϲκαρδάμυκτον. Ἀριϲτοφάνηϲ· βλέψον εἰϲ ἐμὲ ἀϲκαρδάμυκτον. τουτέϲτι μὴ μύϲαϲ τοὺϲ ὀφθαλμούϲ. τὸ δὲ ϲκαίρειν καὶ μύειν τοὺϲ ὀφθαλμοὺϲ καὶ πυκνῶϲ βλεφαρίζειν ϲκαρδαμύϲϲειν λέγεται καὶ ἰλλωπεῖν. ἀϲκαρδαμυκτεῖν οὖν τὸ ἄνω βλέπειν. οἷον ἀτενὲϲ βλέψον εἰϲ ἐμέ. 4163 Ἀϲκελέϲ: ἀδιαλείπτωϲ. 4164 Ἀϲκέπαρνον: ἄξεϲτον, ἄγλυφον, ἀπελέκητον, οὐκ εἰργαϲμένον. Σοφοκλῆϲ· κἀπὶ ϲεμνὸν ἑζόμην βάθρον τόδ᾿ ἀϲκέπαρνον. 4165 Ἀϲκέραι: ὑποδήματα Ἀττικά. ἡ εὐθεῖα ἀϲκέρα.