Ancient Greek
1.416 to 1.424
Suda, Suidae lexicon 1.416-424
Not analysed yet
416 Ἄγχουϲα: εἶδοϲ βοτάνηϲ, ἧϲ ἡ ῥίζα ἐρυθρὰ, ᾗ ἐρυθραίνουϲι τὰ πρόϲωπα αἱ γυναῖκεϲ. ἡ ἄγχουϲ᾿ ὀδυνήϲει καὶ τὸ ϲὸν ψιμμύθιον. 417 Ἄγχω· αἰτιατικῇ. 418 Ἀγχώμαλον. καὶ Ἀγχωμάλου. ἴϲηϲ, ἐγγὺϲ τοῦ ὁμαλοῦ. ϲυμμίξαντεϲ καὶ ἀγχώμαλα ἀγωνιϲάμενοι καὶ μήτε ζωγρήϲαντέϲ τινα μήτε ἐϲ τὸ πλέον ἔτι προχωρήϲαντεϲ διελύθηϲαν. καὶ αὖθιϲ· ἱππομαχία γίνεται καρτερὰ καὶ πλήθει τῶν ἀγωνιζομένων ἀγχώμαλοϲ καὶ ἀρεταῖϲ ἐμφερήϲ. 419 Ἄγχων: περιϲφίγγων, θλίβων. ὁ δὲ ἄγχων τὴν αὐτῆϲ δεξιὰν καὶ περιάγων περιαιρεῖται τὸ ξίφοϲ. 420 Ἀδαήμονεϲ: ἄπειροι. ὁ δὲ τὴν τῶν Αἰγυπτίων ϲοφίαν ἦν ἀδαημονέϲτεροϲ. ὁ Ἀϲκληπιόδοτοϲ. 421 Ἀδαϊϲτί: ἀπείρωϲ. 422 Ἄδακρυϲ πόλεμοϲ: ἐπὶ τῶν ἔξω παντὸϲ κινδύνου καὶ ῥᾷϲτα καὶ παῤ ἐλπίδαϲ τὰ πράγματα κατορθούντων. 423 Ἀδακρύτι: ἀκλαυϲτί 424 Ἀδαλίδηϲ: ὄνομα κύριον.