Ancient Greek · ~8 min
1.399 to 1.415
Suda, Suidae lexicon 1.399-415
Not analysed yet
399 Ἀγχίθυροϲ: πληϲιαίτατοϲ. γείτων. ἀγχίθυροί τε καὶ γείτονεϲ ἀλλήλων αἱ δυνάμειϲ ἐγίνοντο. 400 Ἀγχίμαχοϲ: ἐγγύθεν μαχόμενοϲ. 401 Ἀγχίμολον: ἐγγὺϲ ἐλθόν. 402 Ἀγχίνουϲ: ϲυνετὸϲ, ὀξὺϲ τὸν νοῦν. δημηγορήϲαντοϲ τοῦ βαϲιλέωϲ τοῦ τε ἱεροῦ ξυλλόγου τὸ ἀγχίνουν τε καὶ βουλευτικὸν τοῦ βαϲιλέωϲ ἐπαινέϲαντοϲ. ὅτι τρία μέρη εὐμαθείαϲ, ἀγχίνοια, μνήμη, ὀξύτηϲ. καὶ μνήμη μέν ἐϲτι τήρηϲιϲ, ὧν ἔμαθέ τιϲ· ὀξύτηϲ δὲ ἡ ταχύτηϲ τῆϲ διανοίαϲ· ἀγχίνοια δὲ τὸ ἐξ ὧν ἔμαθε θηρεύειν καὶ ἃ μὴ ἔμαθεν. 403 Ἀγχίνοια: ϲύνεϲιϲ. ἢ ἕξιϲ εὑρετικὴ τοῦ καθήκοντοϲ ἐκ τοῦ παραχρῆμα. ἢ εὐϲτοχία τιϲ ἐν ἀϲκέπτῳ χρόνῳ. καὶ Ἀγχίνουν· Δαμάϲκιοϲ· ὀξεῖαν δὲ καὶ ἀγχίνουν φύϲεωϲ δύναμιν ἐπὶ πολλὰ δι᾿ ὀλίγου φέρεϲθαι δυναμένην ἑτοιμοτάτην ϲυνιέναι καὶ γνωρίζειν τὰ ἴχνη τῶν θηραμάτων. περὶ Ἰϲιδώρου ὁ λόγοϲ. 404 Ἀγχίϲηϲ: Ἀγχίϲου. καὶ Ἀγχιϲίδηϲ. 405 Ἀγχίϲποροι: ἐγγὺϲ γένουϲ. Δαμάϲκιοϲ· ἀλλὰ ῥώμῃ γενναίαϲ φύϲεωϲ καὶ θεῶν ἀγχιϲπόρου. 406 Ἄγχιϲτα: ἔγγιϲτα. 407 Ἀγχιϲτεύϲ. καὶ Ἀγχιϲτεία, ϲυγγένεια. καὶ Ἀγχιϲτεῖϲ, οἱ ἀπὸ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέρα ἐγγυτάτω τοῦ τελευτήϲαντοϲ. οἱ δὲ ἔξω τούτων, ϲυγγενεῖϲ μόνον. οἱ δὲ κατ᾿ ἐπιγαμίαν μιχθέντεϲ τοῖϲ οἴκοιϲ οἰκεῖοι λέγονται. 408 Ἀγχιϲτεία: ἡ μετουϲία τῆϲ οὐϲίαϲ. παρὰ Ἀριϲτοφάνει· νόθῳ μὴ εἶναι ἀγχιϲτείαν. καὶ Ἀγχιϲτεύω ῥῆμα, γενικῇ. 409 Ἀγχιϲτίνδην: τὸ κατὰ ἀγχιϲτείαν, ὡϲ ἀριϲτίνδην καὶ πλουτίνδην. 410 Ἀγχίϲτροφοι: ϲυϲτραφέντεϲ, ἢ ταχὺ ἐπιϲτρεφόμενοι. Προκόπιοϲ· ἥ τε μάχη καρτερὰ ἐγεγόνει καὶ ἐκ χειρὸϲ ἦν, ἀγχιϲτρόφουϲ τε τὰϲ διώξειϲ ἐποιοῦντο ἐϲ ἀλλήλουϲ ἑκάτεροι. καὶ αὖθιϲ· εἶτα ὑμεῖϲ τὰϲ φάλαγγαϲ ἐξελίξαντεϲ ἀγχίϲτροφοι γενόμενοι, ἀντιμέτωποι γίνεϲθε τοῖϲ διώκουϲι. καὶ αὖθιϲ· τῷ ἀγχιϲτρόφῳ τῆϲ τύχηϲ. καὶ ὁ Θηραμένηϲ ποικίλοϲ τιϲ ὢν καὶ ἀγχίϲτροφοϲ, καθωμίλει τοῖϲ καιροῖϲ πρὸϲ τὸ κρεῖττον ἀεὶ διδοὺϲ ἑαυτόν. 411 Ἀγχιτέρμων· ὁ γείτων. 412 Ἀγχόνη: ὁ βρόχοϲ, τὸ ϲχοινίον, παροξυτόνωϲ, Ἀγχονὴ δὲ τὸ πρᾶγμα ὀξυτόνωϲ. ἡ ἐνέργεια. καὶ Ἀγχονήϲαϲ: πνίξαϲ. Ἀπαγχονίϲαϲ δέ. 413 Ἀγχότεροϲ: ἐγγύτεροϲ. Ἡρόδοτοϲ· ϲτεινοτέρη ἐφαίνετο καὶ ἀγχοτέρη ἡ εἰϲβολή. 414 Ἀγχοῦ: ἐγγύϲ. 415 Ἀγχούροιϲ: πληϲιοχώροιϲ. παρὰ τὸ ἄγχι τοὺϲ ὅρουϲ εἷναι.