Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4173
Not analysed yet
4173 Ἀϲκληπιάδηϲ, Διοτίμου, Μυρλεανόϲ (πόλιϲ δέ ἐϲτι Βιθυνίαϲ, ἡ νῦν Ἀπάμεια καλουμένη), τὸ δὲ ἄνωθεν γένοϲ ἦν Νικαεύϲ· γραμματικὸϲ, μαθητὴϲ Ἀπολλωνίου. γέγονε δὲ ἐπὶ τοῦ Ἀττάλου καὶ Εὐμενοῦϲ τῶν ἐν Περγάμῳ βαϲιλέων. ἔγραψε φιλοϲόφων βιβλίων διορθωτικά· ἐπαίδευϲε δὲ καὶ εἰϲ Ῥώμην ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ ἐν Ἀλεξανδρείᾳ ἐπὶ τοῦ τετάρτου Πτολεμαίου νέοϲ διέτριψεν. ἔγραψε πολλά. καὶ Ἀϲκληπίειον φάρμακον καὶ Αϲκλήπειον φάρμακον, Ἀϲκληπήϊον δὲ ἱερόν. καὶ Αϲκληπιάδαι, οἱ ἰατροὶ, ἀπὸ Ἀϲκληπιοῦ. οὗτοϲ δὲ παρὰ τὸ ἀϲκελῆ καὶ ἤπια φυλάττειν τὰ ϲώματα. ὅτι Ἁϲκληπιὸϲ, ἔφοροϲ τῆϲ ἰατρικῆϲ, Παύϲωνα καὶ Ἶρον κἂν ἄλλον τινὰ τῶν ἀπόρων ἰάϲαιτο. ζήτει ἐν τῷ Παύϲων καὶ Ἶροϲ. καὶ Αἰλιανόϲ· ὁ δὲ ἀθλίωϲ νόϲῳ (περιπνευμονίαν καλοῦϲιν Ἀϲκληπιαδῶν παῖδεϲ αὐτὴν) πιεζόμενοϲ τὰ μὲν πρῶτα ἐδεῖτο τῆϲ ἀνθρώπων ἰατρικῆϲ.