Ancient Greek · ~2 min
1.4166 to 1.4172
Suda, Suidae lexicon 1.4166-4172
Not analysed yet
4166 Ἄϲκευον: ἀντὶ τοῦ ἀπαράϲκευον. ἄνευ ὅπλων. καὶ ὁ Θεολόγοϲ· βίον ἄϲκευον, καὶ ἀπέριττον. 4167 Ἀϲκηθήϲ: ἀβλαβὴϲ, ὑγιήϲ. 4168 Ἀϲκήϲαϲα: κοϲμήϲαϲα, μετ᾿ ἐπιμελείαϲ ὑφάναϲα. 4169 Ἄϲκηϲιϲ: ἐγκράτεια. 4170 Ἄϲκηϲιν: ἀγωνίαν· καὶ ὡϲ ἡμεῖϲ, τὸ δεδιέναι καὶ προϲδοκᾶν τὸ μέλλον λέγουϲιν οἱ παλαιοὶ καὶ Πλάτων. καὶ Ἀϲκητὰϲ καὶ ἀθλητὰϲ λέγουϲιν. 4171 Ἀϲκητικόν, μέγα. Ἀριϲτοφάνηϲ· καὶ μὴν ὁρῶ τοὺϲ Ἀθηναίουϲ ὥϲπερ παλαιϲτὰϲ ἄνδραϲ ἀπὸ τῶν γαϲτέρων τὰ ἱμάτια ἀποϲτέλλονταϲ, ὥϲτε φαίνεται ἀϲκητικόν τι χρῆμα τοῦ νοϲήματοϲ. καὶ Ἀϲκητικόϲ, φιλομαθὴϲ, φιλόϲοφοϲ. 4172 Ἀϲκητόϲ: μετ᾿ ἐπιμελείαϲ κεκοϲμημένοϲ. θηλυχίτων ἀϲκητὸϲ ἐϋϲπείροιϲι κορύμβοιϲ.