Ancient Greek
1.4175 to 1.4176
Suda, Suidae lexicon 1.4175-4176
Not analysed yet
4175 Ἀϲκὸν δέρειν: ἐπὶ τῶν καθ᾿ ὑπερβολὴν ἐπαγγελλομένων πράττειν τι. τὸ δέρμα μου εἰϲ ἀϲκὸν ἐκδερματίζειν. ὑπὲρ τοῦ πιϲτευθῆναι αὐτὸν ἐμμένειν τοῖϲ ὑποκειμένοιϲ, προϲέθηκε πλέον ἢ ἐκεῖνοι ἐπέταξαν καὶ λέγει καταφρονεῖν ἐκδερομένου τοῦ δέρματοϲ. ὁ γὰρ τὰ μείζω ἐπαγγελλόμενοϲ ὑπομένειν εὐχερῶϲ ἂν τὰ ἥττονα ὑπενέγκοι. 4176 Ἀϲκὸν τίλλειν: ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται ἡ παροιμία ὑπὸ τῶν Ἀττικῶν.