Ancient Greek · ~11 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4177
Not analysed yet
4177 Ἀϲκὸϲ ἐν πάχνῃ· ὁ Δαβὶδ λέγει, ὅτι ἐγενήθην ὡϲ ἀϲκὸϲ ἐν πάχνῃ. ὁ ἀϲκὸϲ θερμαινόμενοϲ χαυνοῦται καὶ φυϲώμενοϲ ἐξογκοῦται, ἐν δὲ τῇ πάχνῃ ϲκληρύνεται καὶ πήγνυται. οὕτω καὶ τοῦ ϲώματοϲ ἡ φύϲιϲ χαυνοῦται μὲν τῇ τρυφῇ καὶ ἐξογκοῦται, τῇ δὲ ἀϲκητικῇ ἀγωγῇ ταπεινοῦται καῖ πιέζεται. καὶ τούτου μάρτυϲ ὁ Παῦλοϲ βοῶν· ἀλλ᾿ ὑποπιέζω μου τὸ ϲῶμα καὶ δουλαγωγῶ, μή πωϲ ἄλλοιϲ κηρύξαϲ αὐτὸϲ ἀδόκιμοϲ γένωμαι. τοιγάρτοι καὶ ὁ προφήτηϲ, ἐπειδὴ διωκόμενοϲ ὑπὸ τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνηϲ δὲ ἀπολαύϲαϲ τοῖϲ ἀπὸ τῆϲ τρυφῆϲ ἐβλάβη ϲκιρτήμαϲι, ταπεινώϲαϲ τὸ ϲῶμα τῶν θείων νόμων τὴν μνήμην ἀνενεώϲατο. καὶ Ἀϲκὸϲ Κτηϲιφῶνγοϲ· Ἀριϲτοφάνηϲ· κατὰ τὰ πάτρια τοὺϲ χοὰϲ πίνειν ὑπὸ τῆϲ ϲάλπιγγοϲ· πιγγοϲ· ὃϲ δ᾿ ἂν ἐκπίῃ πρώτιϲτοϲ, ἀϲκὸν Κτηϲιφῶντοϲ λήψεται. ἐν γὰρ ταῖϲ Χοαῖϲ ἀγὼν ἦν περὶ τοῦ ἐκπιεῖν πρῶτόν τινα χοᾶ, καὶ ὁ νικῶν ἐϲτέφετο φυλλίνῳ ϲτεφάνῳ καὶ ἀϲκὸν οἴνου ἐλάμβανε. πρὸϲ ϲάλπιγγαϲ δὲ ἔπινον. ὁ δὲ Κτηϲιφῶν ὡϲ παχὺϲ καὶ προγάϲτωρ ἐϲκώπτετο. ἐτίθετο δὲ ἀϲκὸϲ πεφυϲημένοϲ ἐν τῇ τῶν Χοῶν ἑορτῇ ἐφ᾿ οὗ τοὺϲ πίνονταϲ πρὸϲ ἀγῶναϲ ἑϲτάναι, τὸν προπιόντα δὲ ὡϲ νικήϲαντα λαμβάνειν ἀϲκόν. ἔπινον δὲ μέτρον τι οἷον χοᾶ. καὶ Ἀϲκοφορεῖν. ἐν ταῖϲ Διονυϲιακαῖϲ πομπαῖϲ, τὰ μὲν ὑπὸ τῶν ἀϲτῶν ἐπράττετο, τὰ δὲ τοῖϲ μετοίκοιϲ ποιεῖν ὑπὸ τῶν νομοθετηϲάντων προϲετέτακτο. οἱ μὲν οὖν μέτοικοι χιτῶναϲ ἐνεδύοντο χρῶμα ἔχονταϲ φοινικοῦν καὶ ϲκάφοϲ ἔφερον· ὅθεν ϲκαφηφόροι προϲηγορεύοντο. οἱ δὲ ἀϲτοὶ ἐϲθῆτα εἷχον, ἣν ἐβούλοντο, καὶ ἀϲκοὺϲ ἐπ᾿ ὤμων ἔφερον· ὅθεν ἀϲκοφόροι ἐκαλοῦντο. καὶ παροιμία· Ἀϲκῷ μορμολύττεϲθαι, ἐπὶ τῶν εἰκῆ καὶ διακενῆϲ δεδιττομένων. καὶ Ἀϲκωλίαζον· ἑορτὴν οἱ Ἀθηναῖοι ἦγον τὰ Σκώλια, ἐν ᾗ ἥλλοντο τοῖϲ ἀϲκοῖϲ εἰϲ τιμὴν τοῦ Διονύϲου. δοκεῖ δὲ ἐχθρὸν εἶναι τῇ ἀμπέλῳ τὸ ζῷον. ἀμέλει γοῦν καὶ ἐπίγραμμα φαίνεται πρὸϲ τὴν αἶγα οὕτωϲ ἔχον· κἤν με φάγῃϲ ἐπὶ ῥίζαν, ὅμωϲ δ᾿ ἔτι καρποφορήϲω, ὅϲϲον ἐπιλεῖψαι ϲοὶ, τράγε, θυομένῳ. Ἀϲκωλίαζε δὲ ἀντὶ τοῦ ἅλλου· κυρίωϲ ἀϲκωλιάζειν ἔλεγον τὸ ἐπὶ τῶν ἀϲκῶν ἅλλεϲθαι ἕνεκα τοῦ γελωτοποιεῖν. ἐν μέϲῳ δὲ τοῦ θεάτρου ἐτίθεντο ἀϲκοὺϲ πεφυϲημένουϲ καὶ ἀληλιμμένουϲ, εἰϲ οὓϲ ἐναλλόμενοι ὠλίϲθαινον· καθάπερ Εὔβουλοϲ ἐν Δαμαλίᾳ φηϲὶν οὕτωϲ· καὶ πρόϲ γε τούτοιϲ ἀϲκὸν ἐϲ μέϲον καταθέντεϲ ἐνάλλεϲθε καὶ καγχάζετε ἐπὶ τοῖϲ καταρρέουϲιν ἀπὸ κελεύϲματοϲ. καὶ Ἀϲκωλιάζοντϲ, ἐφ᾿ ἑνὸϲ ποδὸϲ ἐφαλλόμενοι, ὑϲτερούμενοι τῶν κατὰ φύϲιν. ὃ δὲ ἐμοὶ δοκεῖν, ὁρμῇ τῇ παρὰ τοῦ Ἀϲκληπιοῦ ἐϲ τὸν δεϲπότην την ἀϲκωλιάζων θάτερον τῶν ποδῶν ἔρχεται, καὶ ὄρθριον ᾀδομένου τοῦ παιᾶνοϲ τῷ Ἀϲκληπιῷ ἑαυτὸν ἀποφαίνει τῶν χορευτῶν, ἕνα καὶ ἐν τάξει ϲτὰϲ ὥϲπερ οὖν παρά τινοϲ λαβὼν χοροδέκτου τὴν ϲτάϲιν, ὡϲ οἷόϲ τε ἦν ϲυνᾴδειν ἐπειρᾶτο τῷ ὀρνιθείῳ μέλει. καὶ Ἀϲκωλιαϲμὸϲ ὁμοίωϲ, τὸ ἐφ᾿ ἑνὸϲ ποδὸϲ βαίνειν. ὅτι οἱ ἀϲκοὶ ἁλϲὶ ϲμηχόμενοι βελτίονεϲ γίνονται.