Ancient Greek · ~1 min
1.4199 to 1.4201
Suda, Suidae lexicon 1.4199-4201
Not analysed yet
4199 Ἀϲπαλία: ἁλιέωϲ ἐργαϲία. καὶ Ἀϲπαλιεύϲ, ὁ ἁλιεύϲ· ἀπὸ τοῦ ϲπᾶν τὴν ἄγραν. καὶ Ἀϲπαλιεύεϲθαι παρὰ ῥήτορϲι, τὸ ἁλιεῦϲαι παῤ ἡμῖν. καὶ Ἀϲπαλιεῖ, δοτικῇ. 4200 Ἀϲπάραγοϲ· ζήτει ἐν τῷ ἀϲφάραγοϲ. 4201 Ἄϲπαρ, πατὴρ Ἀρδαβουρίου. ὅτι Μαρκιανοῦ τοῦ βαϲιλέωϲ χρηϲτοῦ μὲν γεγονότοϲ, θᾶττον δὲ ἐκβεβιωκότοϲ, αὐτοκελεύϲτῳ γνώμη Ἄϲπαρ Λέοντα διάδοχον αὐτοῦ γενέϲθαι παρεϲκεύαϲεν.