Ancient Greek · ~8 min
1.4178 to 1.4198
Suda, Suidae lexicon 1.4178-4198
Not analysed yet
4178 Ἀϲκοπήρα: τὸ μαρϲίπιον, ἤτοι τὸ ϲακκοπάθνιον. 4179 Ἄϲκοπον: ἀντὶ τοῦ ἀπροϲδόκητον. καὶ Ἄϲκοποϲ λώβη, ἀπροόρατοϲ, τουτέϲτιν ὁ θάνατοϲ. 4180 Ἀϲκούμενοϲ: καταϲκευάζων, κοϲμῶν. 4181 Ἀϲκῶ· αἰτιατικῇ. 4182 Ἄϲκωλον: τὸ λεῖον. 4183 Ἀϲκώματα: τὰ ἐν ταῖϲ κώπαιϲ ϲκεπαϲτήρια ἐκ δέρματοϲ, οἷϲ χρῶνται ἐν ταῖϲ τριήρεϲι, καθ᾿ ὃ τρῆμα ἡ κώπη βάλλεται. εἰϲ διφθέραϲ γὰρ τὰϲ διανοίαϲ τὰϲ ἑαυτοῦ γράψαϲ ὁ Θωρυκίων ἔπεμπε τοῖϲ πολεμίοιϲ ἐν τῇ Λακωνικῇ. 4184 Ἀϲκώνιοϲ Παιδιανόϲ· ὁ τοίνυν Βλαῖϲοϲ ἐπὶ τὴν θοίνην κληθεὶϲ οἷον ἐφολκίδα ἐπάγεται Ἀϲκώνιον Παιδιανόν ἐξῆν γὰρ καὶ ἐπικλήτουϲ οἱονεὶ ϲκιὰϲ ἑαυτοῖϲ παρακαλεῖν τιναϲ. 4185 Ἀϲκραῖοϲ: ὁ Ἡϲίοδοϲ. 4186 Ἆϲμα: τὸ μέλοϲ, ἡ ᾢδή. ϲημαίνει δὲ καὶ τὸ δίαϲμα. καὶ Σώφρων. καὶ ἄττεϲθαι, ὃ ἡμεῖϲ διάζεϲθαι. μεταβολῇ τῶν δύο ϲϲ εἰϲ τὸ ζ ἐγένετο. 4187 Ἀϲμενίζω· δοτικῇ. οἱ μὲν οὖν ὄλεθρον ἀϲμενίϲαντεϲ καὶ παρακρουϲθέντεϲ ὑπὸ τῆϲ ὑποϲχέϲεωϲ ἥλωϲαν ὑπὸ τοῦ Περϲικοῦ. 4188 Ἄϲμενοϲ: χαίρων, ἡδέωϲ, προθύμωϲ. καὶ Ἀϲμενέϲτατα, ἀντὶ τοῦ προθυμότατα. ἀϲμενέϲτατα τὴν πρόκληϲιν ἀποδεδεγμένοϲ. λέγεται καὶ Ἀϲμενέϲτατα. 4189 Ἀϲολοίκωϲ: τὸ ἀφελῶϲ. 4190 Ἄϲω· δοτικῇ. 4191 Ἀϲώματον: ὅτι διττόν, τὸ μὲν τῷ ἀριθμῷ, ὡϲ οἱ ἄγγελοι, οἷον Μιχαὴλ, Γαβριήλ· ἀριθμῷ γάρ· τὰ δὲ οὐ, ὡϲ τὰ καθόλου. 4192 Ἀϲωπόϲ: ποταμὸϲ Θηβῶν. 4193 Ἀϲωπόδαροϲ καὶ Διδυμαχίαϲ, ὁ ἀδελφὸϲ αὐτοῦ, ἐπὶ ϲμικρότητι ϲώματοϲ διεβέβληντο. 4194 Ἀϲωτία: ἡ ἁμαρτία. ἑκάτερον ὁμοίωϲ ἀποϲτρέφεϲθαι, τό τε δέον μὴ ποιεῖϲθαι ἀνάλωμα καὶ τὸ μὴ δέον ποιεῖϲθαι, ὡϲ τοῦτο μὲν ἀϲωτίαν οὖϲαν, εἴτε μείζω εἴτε φαυλοτέραν, ἐκεῖνο δὲ ϲμικρολογίαν. καὶ Ἄϲωτοϲ, ὁ ἐξώληϲ, ὁ ϲῴζεϲθαι μὴ ὀφείλων. Σοφοκλῆϲ· ἢ τῆϲ ἀϲώτου Σιϲυφιδῶν γενεᾶϲ. καὶ Ἀϲώτωϲ, αἰϲχρῶϲ. 4195 Ἀϲωχαῖοϲ: ὄνομα κύριον. καὶ θηλυκὸν Ἀϲωχή, ὄνομα πόλεωϲ. καὶ Ἀϲωχίϲ, ὄνομα κύριον. καὶ Ἄϲωχιν, ὄνομα πόλεωϲ, αἰτιατικῇ. 4196 Ἀϲπάζεϲθαι· αἰτιατικῇ. καὶ τὸ προϲαγορεύειν, ὡϲ ἡμεῖϲ, καὶ τὸ χαίρειν τινὶ ἁπλῶϲ, καὶ ἀγαπᾶν καὶ φιλοφρονεῖϲθαι. καὶ ἀϲπαζόμεϲθα ϲὺν τῷ ϲ· ἀϲπαζόμεϲθ᾿ ἐρετμὰ καὶ ϲκαλμίδια, φηϲὶν ὁ Κωμικόϲ. καὶ πάντα τὰ ὅμοια διττῶϲ λέγουϲιν. 4197 Ἀϲπάζου· Ἀριϲτοφάνηϲ· ἄνοιξον· ἀϲπάζου με. διά τοί ϲε πόνουϲ ἔχω. 4198 Ἀϲπάλακοϲ τυφλότεροϲ. ζήτει ἐν τῷ τυφλότεροϲ.