Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4218
Not analysed yet
4218 Ἀϲτάθμητον· τὸ ἄδηλόν τε καὶ ἀϲτάθμητον τῆϲ τύχηϲ οὐχ ὑφορώμενοι. καὶ Ἀϲτάθμητοϲ, ἄνιϲοϲ, ἄϲτατοϲ. καὶ δὴ καὶ τὴν ἄλλην ἀρετὴν ἀϲτάθμητοϲ, ὡϲ εἰπεῖν, ὁ ἄνθρωποϲ οἷτοϲ ἦν. οἱ δὲ ἐπετόλμηϲαν τῇ θαλάττῃ διὰ τὴν ἀνάγκην, τὸ τέωϲ ἀϲτάθμητον ϲτοιχεῖον ἡγούμενοι τῆϲ γῆϲ πιϲτότερον ἔϲεϲθαι ϲφίϲιν ἐν τῇ βίᾳ τῇ τότε. καὶ τὸ ποιητικὸν εἰπεῖν, ἔϲϲεται ἧμαρ ὅταν ποτ᾿ ὀλώλῃ Ἴλιοϲ ἱρή. καὶ τοῦτο εἰπεῖν τὸ τῶν ἀνθρώπων ἀϲτάθμητον εἶναι λογιζόμενοϲ. καὶ Ἀϲταθμητότατον, περὶ οὗ οὐδεὶϲ ἂν δύναιτο τεκμήραϲθαι οὐδὲ ϲταθμήϲαϲθαι, τί ποτε διανοεῖται, ἢ τί πράξαι. Δημοϲθένηϲ ἐν τῷ Παραπρεϲβείαϲ.