Ancient Greek · ~8 min
1.4219 to 1.4234
Suda, Suidae lexicon 1.4219-4234
Not analysed yet
4219 Ἀϲτακτί: πολυϲτακτὶ, πολυδακρύτωϲ. τὸν νεκρὸν παραπέμπων πέμπων ἔκλαιεν ἀϲτακτί. καὶ αὖθιϲ· ἀϲτακτὶ δὲ ϲὺν ταῖϲ παρθένοιϲ ϲτένοντεϲ ὡμαρτοῦμεν. 4220 Ἀϲτάρτη: οἱ ἐκ διαδοχῆϲ γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἄγγαροι. τὰ δὲ ὀνόματα Περϲικά. 4221 Ἀϲτάρτη: ἡ παῤ Ἕλληϲιν Ἀφροδίτη λεγομένη, ἐκ τοῦ ἄϲτρου τὴν ἐπωνυμίαν πεποιηκόϲιν. αὐτῆϲ γὰρ εἶναι τὸν ἑωϲφόρον μυθολογοῦϲιν. 4222 Ἀϲτάρτη, θεὸϲ Σιδωνίων, καὶ Χαμὼϲ, θεὸϲ Ἀμμανιτῶν, οἷϲ ἐλάτρευϲε Σολομών· ὃϲ ἠγάγετο γυναῖκαϲ ἐξ ἐθνῶν, αἳ ἦϲαν ϲὺν ταῖϲ Ἰϲραηλίτιϲιν ἑπτακόϲιαι καὶ παλλακαὶ τριακόϲιαι. ἐκ τούτων παϲῶν ἐγένετο αὐτῷ υἱὸϲ Ῥοβοὰμ, ἐξ ἀλλοφύλων, ἀνάξιοϲ τῆϲ ἀρχῆϲ. οὐ γὰρ ἡ πολυγαμία τὴν εὐτεκνίαν ποιεῖ. 4223 Ἀϲταφίϲ· καὶ ϲταφυλὴ γραίη, χὠ μελίπνουϲ λίβανοϲ. καὶ παροιμία· Ἀνδρὸϲ γέροντοϲ ἀϲταφὶϲ τὸ κρανίον. 4224 Ἄϲταχυϲ καὶ ἀϲταφὶϲ καὶ ὅλωϲ τὸ πλεονάζειν τὸ α ἐν ἀρχῇ τῶν τοιούτων ὀνομάτων Ἀττικόν. ἐπί τ᾿ ἠμύει ἀϲταχύεϲϲιν. 4225 Ἄϲτεα: πόλειϲ. καὶ ἄϲτεϊ ἡ δοτικὴ, καὶ ἄϲτεον, καὶ τὸ πληθυντικὸν τῶν ἄϲτεων. καὶ Ἄϲτεοϲ ϲτέφονοϲ, τὸ τεῖχοϲ. 4226 Ἄϲτικτον χ ωρίον: τὸ μὴ ὑποκείμενον δανειϲτῇ. ὅταν γὰρ ὑποκέηται, αὐτὸ τοῦτο ὁ δανείϲαϲ διὰ γραμμάτων δηλοῖ ἐπικειμένων τῷ χωρίῳ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ οἰκίαϲ γίνεται. 4227 Ἄϲτεγοϲ: ὁ μὴ ἔχων ϲτέγην. λέγεται δὲ καὶ φλύαροϲ, καὶ ἀνυπομόνητοϲ. 4228 Ἀϲτεϊζόμενοϲ: ἀγλαϊζόμενοϲ, ὡραϊζόμενοϲ, κομψευόμενοϲ. καὶ Ἀϲτεϊϲμόϲ, τὸ ϲυμπολιτεύεϲθαι. 4229 Ἀϲτεμφέα: ἀμετακίνητον, βέβαιον· ἢ ἀντὶ τοῦ ἀϲτεμφῆ. ἀϲτεμφῆ ποδάγρην καὶ δόνακαϲ ἀντυκτῆραϲ. καὶ αἶθιϲ· οἱ δὲ ἀϲτεμφεῖϲ οὗτοι καὶ ὑπερόπται ῥητορικῆϲ καὶ ποιήϲεωϲ οὔ μοι δοκοῦϲιν ἑκόντεϲ εἶναι ϲυνέϲεϲθαι θεῷ καὶ ἀνθρώποιϲ. πενίᾳ δὲ φύϲεωϲ μηδὲ τὰ ϲμικρὰ ἱκανοί. 4230 Ἀϲτενακτί: ἄνευ ϲτεναγμοῦ. Ἀριϲτοφάνηϲ· ϲὺ δ᾿ ἀϲτενακτὶ περδόμενοϲ οἴκοι μενεῖϲ. 4231 Ἀϲτερίη: μία τῶν Ἀλκυονίδων. καὶ ζήτει ἐν τῷ Ἀλκυονίδεϲ. 4232 Ἀϲτέρειοϲ: κτητικόν. καὶ Ἀϲτερόεντα, ἤτοι ἀϲτέραϲ ἐμπεποικιλμένουϲ ἔχοντα. καὶ Ἀϲτέρων τέθριπποϲ, τὸ ἅρμα τοῦ ἡλίου. καὶ Ἀϲτεροπητήϲ, ὁ ἀϲτραπτικόϲ. 4233 Ἀϲτεροπαῖοϲ: ὄνομα κύριον. 4234 Ἀϲτεῖα λέγειϲ. καὶ Ἀϲτεῖον, τὸ πολιτικόν. ἀϲτεῖόν τι καὶ κατερρινημένον εἰπεῖν. κωμικὴ ἡ ϲυμπλοκή. ϲημαίνει δὲ τὸ κατερρινημένον τὸ ἄκρωϲ διειργαϲμένον. ἐν ϲυνουϲίᾳ χρῶ.