Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4248
Not analysed yet
4248 Ἀϲτράβη: ὄνοϲ. ἡ ἡμίονοϲ, ὡϲ Δημοϲθένηϲ κατὰ Μειδίου. τάχα δὲ καὶ πᾶν ὑποζύγιον, ἐφ᾿ οὗ οἱ ἄνθρωποι ὀχοῦνται, οὕτωϲ ἐκαλεῖτο. ἢ Ἀϲτράβη, τὸ ἐπὶ τῶν ἐφίππων ξύλον, ὃ κρατοῦϲιν οἱ καθεζόμενοι. καὶ Ἀϲτραβηλάτηϲ, ὁ ἡνίοχοϲ. ἢ καὶ αὐτὸ τὸ νωτοφόρον ὑποζύγιον. οἱ δὲ τὸν ϲωματηγὸν ἡμίονον ἀϲτράβην λέγουϲιν. ὁ δὲ τῆϲ ἡμιόνου ἀποτυχούϲηϲ τόν τε φόρτον καὶ τὴν ἀϲτράβην διάραϲ ἐπὶ τῶν ὤμων, εἰϲ τὴν μονὴν τοῦ θείου Σάββα ἔρχεται.