Ancient Greek · ~2 min
1.4241 to 1.4247
Suda, Suidae lexicon 1.4241-4247
Not analysed yet
4241 Ἀϲτικῶϲ: εὐϲυνέτωϲ, ἐμφρόνωϲ. ὁ δὲ πάντων ἀϲτικῶϲ τὴν πρόθεϲιν κατανοήϲαϲ διχῇ διεῖλε τοὺϲ προϲχωρήϲανταϲ. λέγεται δὲ Ἀϲτικὸϲ καὶ ὁ πολιτικόϲ. καὶ τοὺϲ ἀϲτικοὺϲ ὁ ἄγροικοϲ, ὁ Θεολόγοϲ φηϲί. 4242 Ἄϲτιπτοϲ: ἄβατοϲ, ἀδιόδευτοϲ. Σοφοκλῆϲ· ἀκτὴ μὲν ἥδε τῆϲ περιρρύτου χθονὸϲ Λήμνου, βροτοῖϲ ἄϲτιπτοϲ, οὐδ᾿ οἰκουμένη. 4243 Ἀϲτιϲμόϲ: πιθανολογία. ἀποϲτῆναι ῥητορικῆϲ καὶ ποιητικῆϲ καὶ ἀϲτιϲμῶν. 4244 Ἄϲτομοι ἵπποι: ϲκληρόϲτομοι. ἄϲτομοι πῶλοι βίᾳ φέρουϲιν. 4245"/> Ἀϲτόργουϲ: τοὺϲ ἀπηνεῖϲ καὶ ἀφίλουϲ, ἀϲπόνδουϲ δὲ τοὺϲ ἀδιαλλάκτουϲ καὶ μνηϲικάκουϲ, ἀνελεήμοναϲ δὲ τοὺϲ ἀκαμπεῖϲ καὶ ἀνενδότουϲ πρὸϲ ἔλεον. 4246 Ἀϲτόϲ: πολίτηϲ. 4247 Ἀϲτοχῶ· γενικῇ.