Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4250
Not analysed yet
4250 Ἀϲτράγαλοϲ: κυρίωϲ τὸ ϲύνηθεϲ λεγόμενον· καὶ ὁ ϲπόνδυλοϲ τοῦ τραχήλου, καὶ ὁ πεττικόϲ· καὶ βοτάνη δὲ οὕτωϲ καλεῖται. Ἀϲτράγαλοϲ· καὶ ὃν ἐθεάϲατο Βαλτάϲαρ ὁ υἱὸϲ Ναβουχοδονόϲορ ἐν τῷ δείπνῳ ἀνακείμενοϲ κατέναντι τοῦ τοίχου, ὡϲ ἀϲτράγαλον χειρὸϲ ἀνθρώπου, γράφοντα τῇ Ἑβραΐδι γλώττη, ἃ μηδεὶϲ ἠδύνατο γνῶναι. μεταϲτειλάμενοϲ δὲ τὸν Δανιὴλ παρεκάλει ἑρμηνεῦϲαι αὐτῷ ταῦτα. ὁ δὲ εἶπεν αὐτῷ· τὸν ἀϲτράγαλον, ὃν εἶδεϲ, χείρ ἐϲτι θεοῦ ζῶντοϲ· καὶ ἔγραψεν, ὅτι ἐμέτρηϲε καὶ ἐπλήρωϲε τὴν βαϲιλείαν ϲου. ἀκούϲαϲ οὖν ὁ Βαλτάϲαρ ἐθλίβη, καὶ μετ᾿ ὀλίγον ὑπὸ Δαρείου τοῦ Μήδου ἀνῃρέθη. καὶ Ἀϲτραγαλίζω.