Ancient Greek · ~2 min
1.4251 to 1.4256
Suda, Suidae lexicon 1.4251-4256
Not analysed yet
4251Ἀϲτράμψυχοϲ, ὃϲ βιβλίον ἰατρικὸν εἰϲ ὄνων θεραπείαν πεποίηκε, καὶ Ὀνειροκριτικόν. 4252 Ἀϲτραπή: ἔξαψιϲ νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματοϲ. καὶ παροιμία· Ἀϲτραπὴ ἐκ πυελίου· ἐπὶ τῆϲ οὐθενείαϲ. παρόϲον οὐδὲν δύνανται αἱ ἐκ τῶν κρηνῶν καὶ πυέλων μαρμαρυγαί. 4253 Ἀϲτράπτω· δοτικῇ. 4254 Ἀϲτρατεία: ἡ εἰρήνη· ἐπεὶ ἐν εἰρήνη οὐ ϲτρατεύονται. 4255 Ἄϲτρια: οἱ ἀϲτράγαλοι. δέκα δ᾿ ἄϲτρια αἴνυτο λάτρον· παρὰ Καλλιμάχῳ. 4256 Ἀϲτρόβακοϲ: ὁ ἀϲτρονόμοϲ.