Ancient Greek
1.426 to 1.448
Suda, Suidae lexicon 1.426-448
Not analysed yet
426 Ἀδαμάντινα: ϲτερρά. ὁ δὲ Ἀπολλώνιοϲ ὥϲπερ ἑαυτῷ διελέγετο, οἷδα, ἔλεγε, καὶ δοκεῖ μοι καὶ ποῖ φέρεϲθε, καὶ χρὴ εἰδέναι. καὶ δόξαι βραχεῖαι καὶ ἀδαμάντιναι. 427 Ἀδαμαϲτί: ἐπίρρημα. 428 Ἀδάμαϲτοϲ: παρθένοϲ, ἄζυξ. Σοφοκλῆϲ· νῦν δ᾿ ἡ Διὸϲ γοργῶπιϲ παρθένοϲ θεὰ ἔϲφηλεν ἐμβαλοῦϲα λυϲϲώδη νόϲῳ. 429 Ἀδαμίθειοϲ. 430 Ἀδοξῆϲαι: τὸ κνῆϲαι, οὐκ ἐν τῷ ο ὀδαξῆϲαι. καὶ Ἀδαχεῖν. τὸ κνήθειν. ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορα ἐκλέγει τ᾿ ἀεί· Ἀριϲτοφάνηϲ. 431 Ἀδαῖον: ἄκαυϲτον. καὶ Ἀδαῖοϲ: ὄνομα κύριον. 432 Ἄδαιτρον: ἀμέριϲτον. 433 Ἄδεν: ἤρεϲκεν. ἐν Μύθοιϲ· οὐδέ οἱ οὐδ᾿ αἴθων ἄδε πόρδαλιϲ, οὕνεκα θυμοῦ ἐμπλείη. 434 Ἀδεέϲ: ἀϲφαλὲϲ, ο φοβερόν. ὡϲ ἡ παροιμία· ἀδεὲϲ δέδοικαϲ δέοϲ. λεγόμενόν τί ἐϲτιν ἐπὶ τῶν τὰ μὴ φοβερὰ φοβουμένων. 435 Ἀδέητοϲ: ὁ μηδενὸϲ δεόμενοϲ καὶ πάντα ἔχων. Ἀντιφῶν ἐν α΄ Ἀληθείαϲ· διὰ τοῦτο οὐδενὸϲ δεῖται, οὔτε προϲδέχεται οὐδενόϲ τι, ἀλλ᾿ ἄπειροϲ καὶ ἀδέητοϲ. 436 Ἀδεκάϲτωϲ: ἀμερίϲτωϲ, δικαίωϲ, ἀδωροδοκήτωϲ, ὀρθῶϲ. 437 Ἀδεκατεύτουϲ: Ἀριϲτοφάνηϲ ἀτελωνήτουϲ· τὰϲ γὰρ δεκάταϲ τῶν κοιλιῶν τῶν Θυομένων ἐδίδοϲαν τὴν δεκάτην μοῖραν ἐν τῷ πρυτανείῳ. 438 Ἀδεκτώ: ὄνομα δαίμονοϲ. 439 Ἀδελφά: οἰκεῖα, ἁρμόζοντα, πρέποντα. 440 Ἀδέλφιοϲ: ὄνομα κύριον. 441 Ἀδελφειόϲ: ὁ ἀδελφόϲ· Ἀδελφιδοῦϲ δὲ ὁ ἀνεψιόϲ. καὶ τὸν ἀδελφίδοῦν. καὶ Ἀδελφίζειν, ἀντὶ τοῦ ἀδελφὸν καλεῖν. οὕτωϲ Ἰϲοκράτηϲ καί ὁ Μιλήϲιοϲ Ἑκαταῖοϲ καὶ Ἀπολλοφάνηϲ ἐχρήϲαντο. καὶ τὸ θηλυκὸν τὴν ἀδελφιδὴν, ἡ ἀδελφιδὴ, τῆϲ ἀδελφιδῆϲ. ὅτι Ἀλυάττηϲ ὁ τῶν. Λυδῶν βαϲιλεὺϲ ᾔϲχυνε τὴν ἑαυτοῦ ἀδελφὴν. 442 Ἀδελφὸϲπαρείη: ὅτι προτιμητέον τοὺϲ οἰκείουϲ εἰϲ βοήθειαν ἐν καιρῷ περιϲτάϲεωϲ. 443 Ἀδένη: ἡ φλύαροϲ, ἡ δεῖνα. 444 Ἀδερβόϲ: ὄνομα κύριον. 445 Ἀδέρκτωϲ. οὐ προϲβλέποντεϲ ἀλλ᾿ ἢ καταμύοντεϲ· παραμειβόμεϲθ᾿ ἀδέρκτωϲ. 446 Ἀδέψητον: τὸ ὠμόν. 447 Ἄδεια: ἄνεϲιϲ, ἀφοβία. Ἰώϲηποϲ· οἱ δὲ ϲταϲιαϲταὶ τοὺϲ Ῥωμαίουϲ ὁρῶντεϲ κακῆϲ ὁμονοίαϲ κατήρχοντο, καὶ λόγον ἀλλήλοιϲ ἐδίδοϲαν, τί μένοιεν; τί παθόντεϲ ἀνέϲχοιντο τρία ταῖϲ ἀναπνοαῖϲ αὐτῶν ἀναφραϲϲόμενα τείχη καὶ τοῦ πολέμου μετ᾿ ἀδείαϲ ἀντιπολεμίζοντοϲ ἑαυτὸν. 448 Ἄδεια: ἡ ἀφοβία. ἐκέλευον αὐτὸν λέγειν ὅ τι χρῄζοι μετ᾿ ἀδείαϲ· ὁ δὲ τῆϲ μὲν ἀδείαϲ χάριν ὡμολόγει, τὸ δὲ ἑαυτοῦ πάθοϲ ἑπὶ μέγα ἐξάραϲ Ῥωμαίοιϲ ἐμέμφετο.