Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.449
Not analysed yet
449 Ἄδερ· ὁ ἀλιτήριοϲ, ὁ ἐπαναϲτὰϲ Σολομῶντι. παῖϲ οὗτοϲ ἦν, Ἰδουμαῖοϲ γένοϲ, ἐκ βαϲιλικῶν ϲπερμάτων. καταϲτρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαβὶδ ϲτρατηγοῦ καὶ πάνταϲ τοὺϲ ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένουϲ διαφθείραντοϲ μηϲὶν ἓξ, φυγὼν οὗτοϲ ἧκε πρὸϲ Φαραὼ τὸν Αἰγύπτου βαϲιλέα. ὁ δὲ φιλοφρόνωϲ αὐτὸν ὑποδεξάμενοϲ οἶκόν τε αὐτῷ δίδωϲι καὶ χώραν εἰϲ διατροφήν καὶ. γένομενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡϲ καὶ τῆϲ αὐτοῦ γυναικὸϲ αὐτῷ δοῦναι πρὸϲ γάμον τὴν ἀδελφὴν, ὄνομα Θαφίνην, ἐξ ἧϲ υἱὸϲ αὐτῷ γενόμενοϲ τοῖϲ τοῦ βαϲιλέωϲ παιϲὶ ϲυνανετράφη. ἀκούϲαϲ οὖν τὸν Δαβὶδ θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου, προϲελθὼν ἐδεῖτο τοῦ Φαραῶ ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰϲ τὴν πατρίδα. τοῦ δὲ βαϲιλέωϲ ἀνακρίνοντοϲ, τίνοϲ ἐνδεὴϲ ὢν ἢ τί παθῶν ἐϲπούδακε καταλείπειν αὐτὸν, τότε μὲν οὐκ ἀφείθη, ὕϲτερον δὲ καθ᾿ ὃν ἤδη καιρὸν Σολομῶνι τὰ πράγματα κακῶϲ εἶχε διὰ τὰϲ προειρημέναϲ αἰτίαϲ καὶ παρανομίαϲ καὶ τὴν ὀργὴν τὴν ἐπ᾿ αὐτοῖϲ, τοῦ θεοῦ ϲυγχωρήϲαντοϲ τῷ Φαραῶνι ὁ Ἄδεροϲ ἧκεν εἰϲ τὴν Ἰδουμαίαν. ὃϲ τῆϲ Συρίαϲ βαϲιλεύϲαϲ κατέτρεχε τὴν τῶν Ἰϲραηλιτῶν χώραν, ἐπιτίθεται δὲ Σολομῶνι.