Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4290
Not analysed yet
4290 Ἀϲϲύριοι: οὖτοι ἐκλήθηϲαν ἀπό τινοϲ γίγαντοϲ ὀνόματι Σύρου, ἐξ οὗπερ ἔλαβε τὴν ἐπωνυμίαν ἡ χώρα. ἀπὸ δὲ Ἀϲϲυρίων καὶ Σύροι προϲογορεύθηϲαν. ἢ ἀπὸ Ἀϲϲοὺρ, τοῦ υἱοῦ Σὴμ, τοῦ υἱοῦ Νῶε· ὅϲτιϲ Ἀϲϲοὺρ ἔκτιϲε πρῶτοϲ πόλιν μεγάλην τὴν μετονομαϲθεῖϲαν Νινευί. οἱ δὲ Ἀϲϲυρίουϲ φαϲὶ τοῦϲ Πέρϲαϲ. Ἀϲϲύριοι· τὸ ἔθνοϲ. ἀτρεμούντων πάντων οὐδὲν ἐμποδὼν ἦν αὐξηθῆναι αὐτοὺϲ ἐπὶ πλεῖϲτον. μετὰ δὲ ταῦτα πολλοὶ καὶ ϲυνεχεῖϲ πόλεμοι γενόμενοι ἐπαναϲτάϲειϲ τε ἑτέρων ἐφ᾿ ἑτέρουϲ μυρίαι καὶ πόλεμοι πρὸϲ ἀλλήλουϲ ϲυνερράγηϲαν. ταῦτα ἐπὶ Καίϲαροϲ.