Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4289
Not analysed yet
4289 Ἀϲϲύριοι: ἀρχὴ παλαιὰ καὶ ἐϲ τοὺϲ μυθικοὺϲ ἀναγομένη χρόνουϲ ὀλίγου τινὸϲ ἐκράτηϲε τῆϲ Ἀϲίαϲ μέρουϲ. εἶτα ἡ Μηδικὴ καθελοῦϲα τὴν Ἀϲϲυρίων χρόνον οὐ πολὺν κατέϲχεν, ἀλλὰ κατελύθη ἐπὶ τῆϲ δ΄ γενεᾶϲ. Πέρϲαι δὲ Μήδουϲ καταγωνιϲάμενοι χρόνου πολλῷ πλέον ϲ΄ ἔμειναν ἐπὶ τῆϲ ἀρχῆϲ. ἡ δὲ Μακεδόνων δυναϲτεία τὴν Περϲῶν καθελοῦϲα, μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπὶ τὸ χεῖρον ἤρξατο φέρεϲθαι καὶ ἐπὶ τῶν διαδόχων αὐτὴ καθ᾿ ἑαυτὴν ἐξηϲθένηϲεν ὑπὸ Ῥωμαίων καταλυθεῖϲα. τὰϲ γὰρ Ἑλληνικὰϲ δυνάμειϲ οὐκ ἄξιον αὐταῖϲ ἀντιπαρεξετάζειν. Ἀθηναῖοι γὰρ μόνηϲ ἧρξαν τῆϲ παραλίου δυεῖν δέοντα ο΄ ἔτη· Λακεδαιμόνιοι δὲ Πελοποννήϲου καὶ τῆϲ ἄλληϲ Ἑλλάδοϲ κρατοῦντεϲ ὅλα λ΄ ἔτη ἐπαύθηϲαν ὑπὸ Θηβαίων. ἡ Ῥωμαίων δὲ πόλιϲ ἁπάϲηϲ γῆϲ, ὅϲη μὴ ἀνέμβατόϲ ἐϲτι, ε΄ καὶ μ΄ πρὸϲ τοῖϲ ψ΄ ἔτεϲιν εἰϲ ὑπάτουϲ Κλαύδιον Νέρωνα τὸ δεύτερον καὶ Πίϲωνα Καλπουρῖνον, οὐδὲν ἀντίπαλον ἔχουϲα.