Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4293
Not analysed yet
4293 Ἀϲφαδάϲτῳ: ἀϲκαρίϲτῳ, ϲπαϲμὸν μὴ ἔχοντι. ἀντὶ τοῦ ϲυντόμωϲ. ὅπωϲ καιρίαϲ πληγῆϲ γενομένηϲ μὴ προϲγενέϲθαι ϲπαϲμὸν μηδὲ πολλὴν ἐν τῷ θανάτῳ διατριβήν. ϲφαδάζειν λέγεται τὸ ϲπᾶϲθαι καὶ ϲφακελίζειν. Σοφοκλῆϲ· πομπαῖον Ἑρμῆν χθόνιον, εὖ με κοιμίϲαι ξὺν ἀϲφαδάϲτῳ καὶ ταχεῖ πηδήματι, πλευρὰν διαρρήξαντα τῷδε φαϲγάνῳ. παραδεδομένον δὲ καθ᾿ ἱϲτορίαν, ὅτι κατὰ τὸ ἄλλο ϲῶμα ἄτρωτοϲ ἦν ὁ Αἴαϲ, κατὰ δὲ τὴν μαϲχάλην μόνην τρωτὸϲ διὰ τὸ τῇ Ἡρακλέουϲ λεοντῇ ϲκεπάϲαντα τοῦτο τὸ μέροϲ ἀϲκέπαϲτον ἐᾶϲαι, διὰ τὸ περικεῖϲθαι ἐκεῖϲε τὸν γωρυτόν.