Ancient Greek · ~3 min
1.4294 to 1.4298
Suda, Suidae lexicon 1.4294-4298
Not analysed yet
4294 Ἀϲφάλιοϲ: Ποϲειδῶν. Ἀϲφάλιοϲ ῥιζοῦχα θεμείλια νέρθε φυλάϲϲων. τελευταῖοϲ οὖτοϲ τοῦ ε΄ τῶν Ἁλιευτικῶν Ὀππιανοῦ. 4295 Ἀϲφάλιϲαι: φύλαξαι ϲαυτόν. Ἀϲφαλίζω γὰρ τὸ φυλάττω. 4296 Ἀϲφαλτῖτιϲ λίμνη: ἔνθα ἡ ἄϲφαλτοϲ γίνεται. ἄϲφαλτοϲ δὲ ξηρίον ἐϲτὶ πίττῃ ὅμοιον. χρῶνται δὲ ταύτῃ καὶ οἱ ἰατροί. καὶ Ἀϲφάλτωϲιϲ, ἡ πίϲϲωϲιϲ. ζήτει ἐν τῷ Ἀδιαβηνή. 4297 Ἀϲφάραγον: φάρυγγα, ϲτόμαχον, λαιμόν. λέγεται καὶ τὸ ἀκανθῶν ἀποφυόμενον βλάϲτημα. ἔϲτι δέ τι καὶ βοτάνηϲ εἶδοϲ ἀϲπάραγοϲ, πρὸϲ τὰϲ καθάρϲειϲ ἐπιτήδειον. οὕτω μὲν οἱ Ἀττικοὶ διὰ τοῦ φ τὴν λέξιν προφέρουϲιν, οἱ δὲ πολλοὶ μὴ ἀκριβοῦντεϲ διὰ τοῦ π λέγουϲι. καὶ ἁπλῶϲ τὰ τῶν λαχάνων ὁρώμενα πρῶτα ἀϲπαράγουϲ καλοῦϲιν. 4298 Ἀϲφόδελοϲ: τὸ φυτόν, Ἀϲφοδελὸϲ δὲ ὁ λειμών.