Ancient Greek · ~3 min
1.4300 to 1.4303
Suda, Suidae lexicon 1.4300-4303
Not analysed yet
4300 Ἀϲχαλίδαϲμα. 4301 Ἀϲχάλλων: ἀδημονῶν, λυπούμενοϲ, χαλεπαίνων. ὁ δὲ ἤϲχαλλεν ὡϲ παρευδοκιμούμενοϲ ἐκ νέου, τριχῶν μόνων καὶ τῆϲ ἄλληϲ φροντίζοντοϲ ϲωμαϲκίαϲ. καὶ αὖθιϲ· ὁ δὲ ἀϲχάλλων τῇ ἀτιμίᾳ καὶ ἀπαυδήϲαϲ ἐπὶ τοῖϲ ἀνηνύτοιϲ, ᾗ ποδῶν εἶχεν ἀνέθορε. καὶ Ἀϲχαλόωντα, ἀδημονοῦντα. 4302 Ἄϲχετον: ἀκράτητον. καὶ Ἀϲχέτωϲ, ἀμέτρωϲ. 4303 Ἄϲχολοϲ: ὁ μὴ εὐκαιρῶν. ϲχολὴ γὰρ ἡ ἐν τῇ λεγομένῃ ϲυνηθείᾳ εὐκαιρία. μηδὲ χωρὶϲ ἀνάγκηϲ λέγειν πρόϲ τινα ἢ ἐν ἐπιϲτολῇ γράφειν, ὅτι ἄϲχολόϲ εἰμι, μηδὲ διὰ τοιούτου τρόπου ϲυνεχῶϲ παραιτεῖϲθαι τὰ κατὰ τὰϲ πρὸϲ τοὺϲ ϲυμβιοῦνταϲ ϲχέϲειϲ καθήκοντα, προβαλλόμενον τὰ περιεϲτῶτα πράγματα. καὶ Ἀϲχολοῦμαι· αἰτιατικῇ. καὶ ἀϲχολεῖται, καὶ ἀϲχολεῖϲθαι. πάντα ταῦτα Μένανδροϲ λέγει. Φιλήμων δὲ καὶ ἀϲχολεῖ.