Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4299
Not analysed yet
4299 Ἀϲφόδελοϲ: ϲκιλλῶδεϲ φυτὸν, φύλλα ἔχον μακρὰ καὶ ἀνθέρικον ἐϲθιόμενον· καὶ τὸ ϲπέρμα δὲ αὐτοῦ φρυγόμενον καὶ ἡ ῥίζα κοπτομένη μετὰ ϲύκων πλείϲτην ὄνηϲιν ἔχει. Περϲεφόνηϲ καὶ χθονίων ἱερόν. καὶ Ῥόδιοι τὴν Κόρην καὶ τὴν Ἄρτεμιν ἀϲφοδέλῳ ϲτέφουϲι. προπαροξυτόνωϲ δὲ ἀναγνωϲτέον. οὐδ᾿ ὅϲον ἐν μαλάχῃ τε καὶ ἀϲφοδέλῳ μέγ᾿ ὄνειαρ. τὸν δὲ τόπον, ἐν ᾧ φύεται, ὀξυτονητέον· ὡϲ καὶ παῤ Ὁμήρῳ· κατ᾿ ἀϲφοδελὸν λειμῶνα.