Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4309
Not analysed yet
4309 Ἀτα λάντη, Ἀκάϲτου γυνὴ, ἥτιϲ Πηλέωϲ ἐραϲθεῖϲα λόγουϲ ὑπὲρ μίξεωϲ εἰϲφέρει, ἀναινομένου δὲ δείϲαϲα, μή μιν κατείποι πρὸϲ τὸν ἄνδρα, ὑποφθάϲαϲα αὐτὸν προϲδιαβάλλει τὸν ἄνδρα, ὡϲ εὐνηθῆναί οἱ ἐθέλοντα. ὁ δὲ λόχον ὑφείϲαϲ ἐπεβούλευϲε Πηλεῖ. καὶ ὃϲ αἰϲθόμενοϲ ἐϲ πόλεμον κατέϲτη πρὸϲ αὐτὸν, ἐπικαλεϲάμενοϲ βοηθοὺϲ τούϲ τε Τυνδαρίδαϲ καὶ Ἰάϲονα, ἐχθρὸν ὄντα ἐκείνῳ, φίλοϲ αὐτὸϲ ὢν διὰ τὸ ϲύμπλουϲ ἐν τῆ Ἀργοῖ γεγονέναι· καὶ τήν τε Ἰωλκὸν αἱρεῖ καὶ τὴν Ἀκάϲτου γυναῖκα ϲφάττει.