Ancient Greek · ~2 min
1.4310 to 1.4315
Suda, Suidae lexicon 1.4310-4315
Not analysed yet
4310 Ἀτάλαντον. ἴϲον, παραπλήϲιον. 4311 Ἀταλά ριχοϲ, υἱὸϲ μὲν Ἀμαλαϲούνθηϲ, βαϲιλεὺϲ δὲ τῶν Γότθων. 4312 Ἀταλὰ φρονέων: νήπια, ἁπαλά. 4313 Ἀταλαίπωρον. ἄπονον. ἡ τὸ ἐξ ἑτοίμου λεγόμενον καὶ οὐ μετὰ ἀποδείξεωϲ. ἢ τὸ εὐχερὲϲ καὶ φανερόν. Αἰλιανόϲ· εἴ τι τοῦ προτέρου λόγου ὑγιὲϲ ἦν. ἀλλ᾿ ἐκεῖνόϲ τε ἀβαϲανίϲτῳ γραφῇ, ἀταλαιπώρῳ τῆϲ ἀληθείαϲ ἀκοῇ διεϲπαρμένοϲ ἐϲ τὸ πλῆθοϲ ἀλᾶται ἄλλωϲ. ὁ δέ μοι ἀληθὴϲ ἔϲτω. καὶ Ἀταλαιπώρωϲ, ῥᾳθύμωϲ, ὀλιγώρωϲ. Ἀριϲτοφάνηϲ Δαναίϲιν· οὕτωϲ αὐτοῖϲ ἀταλαιπώρωϲ ἡ ποίηϲιϲ διέκειτο. 4314 Ἀταλῇϲιν: ἁπαλαῖϲ, νεογνοῖϲ. καὶ Ἀταλόψυχοϲ: ἐν Ἐπιγράμμαϲι· ἠϊθέοιϲ οὐκ ἔϲτι τόϲοϲ πόνοϲ, ὁππόϲοϲ ἡμῖν ταῖϲ ἀταλοψύχοιϲ ἔχραε θηλυτέραιϲ. 4315 Ἀττάλεια, Ἰταλία δέ.