Ancient Greek · ~5 min
1.4317 to 1.4328
Suda, Suidae lexicon 1.4317-4328
Not analysed yet
4317 Ἀτάλλων: τρέφων. Σοφοκλῆϲ· κούφοιϲ πνεύμαϲι βόϲκου, νέαν ψυχὴν ἀτάλλων. Αἴαϲ φηϲὶ πρὸϲ τὸ ἴδιον τέκνον. ϲημαίνει δὲ καὶ τὸ ϲκιρτῶν. 4318 Ἀταμίευτον: ἀδιοίκητον. καὶ ἀφύλακτον. ἢ οὗπερ οὐκ ἔϲτι ταμιεῖον. λέγεται δὲ οὕτωϲ καὶ τὸ πρόχειρον καὶ ἐν ἑτοίμῳ. 4319 Ἀτάρ: καὶ δή· ἢ πλὴν, ἅτε δή· ἢ ὅμωϲ· ἢ ἀντὶ τοῦ δέ. 4320 Ἀτάρβητοϲ: ἄφοβοϲ, ἄτρομοϲ. καὶ Ἀταρβήτωϲ, ἀντὶ τοῦ ἀνειμένωϲ παρὰ Σοφοκλεῖ· ἐχθρῶν δ᾿ ὕβριϲ ἀταρβήτωϲ ὁρμᾷ. 4321 Ἀτὰρ δέ: πλὴν ὅμωϲ. 4322 Ἀταρνεύϲ: πολίχνιόν τι κατ᾿ ἀντικρὺ Λέϲβου κείμενον. καὶ Ἀταρνείτηϲ. 4323 Ἀτὰρ οὖν: διὰ τοῦτο οὖν. 4324 Ἀτὰρ ὥϲ: εἶτα δὴ, ὅμωϲ. 4325 Ἀτάϲθαλα: ἄδικα, ἁμαρτωλά. καὶ Ἀταϲθαλία. ὁ δὲ Τραϊανὸϲ ἔγνω μὲν, εἰ παρείκοι, ἐξελεῖν τὸ ἔθνοϲ· εἰ δὲ μὴ, ἀλλὰ Hom. ϲυντρίψαϲ γε παῦϲαι τῆϲ ἄγαν ἀταϲθαλίαϲ. καὶ Ἀτάϲθαλον, ἄδικον, παράνομον. Εὐνάπιοϲ· γυναικῶν δὲ ὕβριϲ καὶ τὸ ἀτάϲθαλον εἰϲ παῖδαϲ εὖ γεγονόταϲ ϲυνεκυρώθη καὶ νόμοϲ εἶναι. 4326 Ἀταϲθαλία: ἡ φρενοβλάβεια. τῶν τιϲ νεωϲτὶ καταλεγέντων ϲτρατιωτῶν ὑπὸ νεότητοϲ καὶ ἀταϲθαλίαϲ ἐπιθυμεῖ τῶν ἄρτων. Αἰλιανόϲ· ὁ δὲ Σερουήλιοϲ πολλὰ καὶ ἀτάϲθαλα ἐθραϲύνετο κατὰ τοῦ Παύλου. 4327 Ἀταυρώτη: ἀντὶ τοῦ ἁγνὴ καὶ ἄμικτοϲ· ταῦροϲ γὰρ τὸ αἰδοῖον τοῦ ἀνδρόϲ. καὶ διὰ τοῦτο ἀταυρώτη, ἡ ἁγνὴ ἢ ἄζευκτοϲ γάμου, καὶ ἀζυγήϲ. καὶ βοῶπιϲ ἡ Ἥρα καὶ ζυγία καὶ γαμηλία. ἐπειδὴ οἱ ταῦροι κατωφερεῖϲ. οἴκαδ᾿ ἀταυρώτη διάξω τὸν βίον. 4328 Ἅτε: ὡϲ ἄν.