Ancient Greek · ~6 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4316
Not analysed yet
4316 Ἄτταλοϲ, βαϲιλεὺϲ, ἀδελφὸϲ Εὐμενοῦϲ· ᾧ ἄλλο οὐδὲν ἐφόδιον ὑπῆρξε πρὸϲ βαϲιλείαν τῶν ἐκτὸϲ, πλοῦτοϲ δὲ μόνον, ὃϲ μετὰ νοῦ μὲν καὶ τόλμηϲ χειριζόμενοϲ ἀληθῶϲ μεγάλην παρέχεται χρείαν πρὸϲ πᾶϲαν ἐπιβολήν, ἄνευ δὲ τῶν προειρημένων τοῖϲ πλείϲτοιϲ κακῶν παραίτιοϲ πέφυκε γίνεϲθαι καὶ ϲυλλήβδην ἀπωλείαϲ. καὶ γὰρ φθόνουϲ γεννᾷ καὶ ἐπιβουλὰϲ καὶ πρὸϲ διαφθορὰν ϲώματοϲ καὶ ψυχῆϲ μεγάλαϲ ἔχει ῥοπάϲ. ὀλίγαι δέ τινέϲ εἰϲι ψυχαὶ, αἱ ταῦτα δυνάμεναι διωθεῖϲθαι τῇ τοῦ πλούτου δυνάμει. ὁ δὲ πρὸϲ οὐδὲν ἄλλο ἐπεβάλετο χρήϲαϲθαι τοῖϲ χορηγίοιϲ ἀλλ᾿ ἢ πρὸϲ βαϲιλικὴν ἀνάκτηϲιν, οὗ μεῖζον οὐδὲ κάλλιον οὐδὲν οἷόν τέ ἐϲτὶν εἰπεῖν· ὃϲ τὴν ἀρχὴν ἐνεϲτήϲατο τῆϲ προειρημένηϲ ἐπιβολῆϲ οὐ μόνον διὰ τῆϲ εἰϲ τοὺϲ φίλουϲ εὐεργεϲίαϲ καὶ χάριτοϲ, ἀλλὰ καὶ διὰ τῶν κατὰ πόλεμον ἔργων. βαϲιλεύϲαϲ γὰρ καὶ βιώϲαϲ ἔτη β΄ πρὸϲ τοῖϲ ο΄, τούτων δὲ βαϲιλεύϲαϲ μ΄ καὶ δ΄, ϲωφρονέϲτατα μὲν ἐβίωϲε καὶ ϲεμνότατα πρὸϲ γυναῖκα καὶ τέκνα, διεφύλαξε δὲ τὴν πρὸϲ πάνταϲ ϲυμμάχουϲ καὶ φίλουϲ πίϲτιν, ἐναπέθανε δὲ ἐν αὐτοῖϲ τοῖϲ καλλίϲτοιϲ ἔργοιϲ. καὶ οὕτωϲ ἡρμόϲατο τὴν ἀρχὴν, ὡϲ παιϲὶ παίδων ἀϲταϲίαϲτον παραδοθῆναι τὴν βαϲιλείαν. οὗτοϲ ὁ Ἄτταλοϲ παραλαβὼν τὴν ἐξουϲίαν πρῶτον ἐξήνεγκε δεῖγμα τῆϲ αὑτοῦ προαιρέϲεωϲ καὶ πράξεωϲ τὴν Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βαϲιλείαν. ὅτι Ἄτταλοϲ, ὁ Ἀπολλωνίαϲ ἀνὴρ, βαϲιλεὺϲ Ἀϲίαϲ, μεταλλάττει τὸν βίον, πληρωθείϲηϲ ἐπ᾿ αὐτῷ τῆϲ Πυθίαϲ, ἥτιϲ χρηϲηριαζομένη Ἀττάλῳ τῷ μεγάλῳ ἔφη· θάρϲει, Ταυρόκερωϲ, ἕξειϲ βαϲιληΐδα τιμὴν, καὶ παίδων παῖδεϲ, τούτων γε μὲν οὐκέτι παῖδεϲ.