Ancient Greek · ~7 min
1.4330 to 1.4347
Suda, Suidae lexicon 1.4330-4347
Not analysed yet
4330 Ἀτέγκτου· ἀλλ᾿ ἦν τῆϲ ἀγροικοτέραϲ τε καὶ ἀτέγκτου μοίραϲ. 4331 Ἅτε δή: ὡϲ δή. 4332 Ἀτέκμαρτον. ἀτελείωτον, ἀκαταϲτόχαϲτον. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ἄνθρωποϲ ἀϲτάθμητοϲ πετόμενοϲ ἀτέκμαρτοϲ. οἷον ϲημεῖον διὰ τῆϲ πτήϲεωϲ οὐκ ἐμφαίνων· περὶ τοῦ Τελέου φηϲί. Εὐνάπιοϲ δὲ λέγει· τῷ τε ἀξιώματι τῶν ϲυνιόντων ἐθνῶν καὶ τοῖϲ μεγέθεϲι τῶν παραϲκευῶν ἐπὶ μέγα προβήϲεϲθαι, πολυτρόπων ϲυμφορῶν καὶ ἀτεκμάρτου τύχηϲ προϲδοκηθείϲηϲ. ἀκατανοήτου. 4333 Ἀτεκνία: ἡ λήθη. Δαβίδ· ἀνταπεδίδοϲάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. ὡϲ διὰ τῶν τέκνων φυλαττομένηϲ τῆϲ μνήμηϲ. 4334 Ἀτεκνῶ· αἰτιατικῇ. 4335 Ἀτέλεϲτοϲ: ἀμύητοϲ, βέβηλοϲ, ἀνοργίαϲτοϲ, τελετὰϲ μὴ πεποιημένοϲ. Αἰλιανόϲ· μυϲτηρίων τελουμένων τοῖν Θεοῖν, ἀτέλεϲτοϲ μὲν ἀνθρώποιϲ, ἀνόϲιοϲ δὲ οὐκ ἐβουλήθη μυηθῆναι κατὰ τοὺϲ νόμουϲ, ἀλλὰ δοῦναι πολυπραγμοϲύνηϲ δυϲτυχοῦϲ ἀρρωϲτήματι χάριν. καὶ ἐπί τινοϲ ἀνελθὼν λίθου ἑώρα τὰ γινόμενα· ἐκ γάρ τοι τοῦ λίθου κατώλιϲθε καὶ βιαίᾳ τῇ πλήγῃ περιπεϲὼν ἀπέθανεν. 4336 Ἀττέλεβοϲ: ἀκρίϲ τιϲ. 4337 Ἀτελεύτητον: ἀτελείωτον. 4338 Ἀτέλεια: ἀλειτουργηϲία. 4339 Ἀτελῆ: ἀδάπανα· ὡϲ πολυτελῆ, τὰ πολυδάπανα. 4340 Ἀτενέϲ: εὐθὺ, ϲυνεχὲϲ, παντελῶϲ, καθόλου, παραχρῆμα, ἄγαν, ἰϲχυρῶϲ· ἀφελῶϲ ἢ πάνυ προϲεχῶϲ. 4341 Ἀτενίζω αἰτιατικῇ. Ἐνατενίζω δὲ δοτικῇ. 4342 Ἄτερ: ἐκτὸϲ, χωρίϲ. καὶ Ἅτερα: θάτερα. 4343 Ἀτέραμνον: ϲκληρὸν, δυϲμετάβλητον. Ἀτεράμονεϲ, οὐχὶ ἀτέραμνοι. καὶ τὸ ἑνικὸν ἀτεράμων, οὐχὶ ἀτέραμνοϲ. καὶ ὄϲπρια ἀτεράμονα, οὐχὶ ἀτέραμνα. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲιν· ἀτεράμονεϲ, Μαραθωνομάχαι, ϲφενδάμνινοι. καὶ Ἀτεράμων, ἀκαταπόνητοϲ. ϲκληρόϲ. Αἰλιανόϲ· ὁ δὲ ἀτεράμων ὢν ἀπεώϲατο ἄρα τὸ δῶρον. οὐδεὶϲ δὲ ἦν οὕτωϲ ἀτεράμων καὶ βάρβαροϲ τὴν ψυχὴν, ὃϲ οὐκ ἐπείθετο καὶ κατεκηλεῖτο τοῖϲ ἀπὸ τοῦ ἱεροῦ ϲτόματοϲ ἐκείνου ῥέουϲι λόγοιϲ. 4344 Ἀτεράμων: λίαν ϲκληρὸϲ, μὴ τειρόμενοϲ, ἀνένδοτοϲ. κυρίωϲ δὲ τὰ μὴ ἑψόμενα τῶν ὀϲπρίων ἀτεράμονα λέγονται, οἷον οὐχ ἁπαλά. 4345 Ἀτερμάτιϲτοϲ: ἀβέβαιοϲ, ἀθεμελίωτοϲ. 4346 Ἅτεροϲ: ὁ ἕτεροϲ. καὶ τούτων ἅτεροϲ τῶν ἀνδρῶν. ὁ δὲ Ἰουλιανὸϲ τῶν πρέϲβεων ἅτεροϲ ἀπεῖπεν ἅπαϲι μὴ διδόναι χρήματα τοῖϲ πολεμίοιϲ. 4347 Ἀτευκτῶ· γενικῇ. ἀποτυγχάνω.